§9.38.1ταῦτʼ εἰπὼν καὶ παρακαλέσας ἅπαντας ἥκειν ἐπὶ τὴν δίκην, καθʼ ἱερῶν τʼ ὀμόσας ἦ μὴν ἐμμένειν τοῖς ἐγνωσμένοις καὶ πάσῃ προθυμίᾳ τῶν ἀνδρῶν κατηγορεῖν, ἡμέραν προεῖπεν, ἐν ᾗ τὴν δίκην ἔμελλεν ἐπιτελέσειν.
これを語り、また全員に裁判に来るよう促した上で、聖なるものにかけて自らの決意を固守し、あらゆる熱意をもって彼らを告発することを誓って、彼は裁判を行う予定の日をあらかじめ告げた。
τοὺς δὲ πατρικίους, ὡς ἔμαθον ταῦτα, πολὺ δέος εἰσέρχεται καὶ φροντίς, ὅτῳ χρὴ τρόπῳ τούς τʼ ἄνδρας ἐκλύσασθαι τῆς αἰτίας καὶ τοῦ δημαγωγοῦ τὸ θράσος ἐπισχεῖν.
パトリキたちは、これを知ると、いかなる方法でその男たちを容疑から救い出し、またその煽動者の傲慢さを抑えるべきかという、多大な恐怖と不安に襲われた。
καὶ δὴ ἐδέδοκτο αὐτοῖς, εἴ τι ψηφίσαιτο κατὰ τῆς ἀρχῆς τῶν ὑπάτων ὁ δῆμος, μὴ ἐπιτρέπειν αὐτῷ κατὰ τὸ καρτερὸν ἐνισταμένους καὶ εἰ δέοι καὶ εἰς ὅπλα χωροῦντας.
そして実際、もし平民が執政官の権限に対して何かを決議するならば、全力で抵抗し、必要ならば武器をとることも辞さない覚悟で、決してそれを許さないことが、彼らの間で決定されていた。
§9.38.2οὐ μὴν ἐδέησέ γε τῶν βιαίων οὐδενὸς αὐτοῖς ταχεῖαν λαβόντος τοῦ κινδύνου καὶ παράδοξον τὴν λύσιν·
\n しかし、危険が急速かつ予想外の解決を見たため、彼らには暴力的手段は一切必要なかった。
μιᾶς γὰρ ἡμέρας οὔσης ἔτι λοιπῆς τῇ δίκῃ νεκρὸς Γενύκιος ἐπὶ τῆς ἑαυτοῦ κοίτης εὑρέθη, σημεῖον οὐδὲν ἔχων οὔτε σφαγῆς οὔτʼ ἀγχόνης οὔτε φαρμάκου οὔτʼ ἄλλου τῶν ἐξ ἐπιβουλῆς θανάτων οὐδενός.
というのも、裁判まであと一日を残すのみとなった時、ゲヌキウスが自らの寝台の上で死体となって発見されたからであり、刺殺、首吊り、毒殺、その他いかなる陰謀による死の痕跡も留めていなかった。
ὡς δʼ ἐγνώσθη τὸ πάθος, καὶ προηνέχθη τὸ σῶμα εἰς τὴν ἀγοράν, δαιμόνιόν τι κωλύσεως συγκύρημα ἔδοξεν εἶναι, καὶ αὐτίκα ἡ δίκη §9.38.3διελέλυτο.
この災厄が知れ渡り、遺体が広場に運び出されると、それは神的な阻止の符合であると思われ、直ちに裁判は \n 立ち消えとなった。
τῶν γὰρ ἄλλων οὐδεὶς ἐτόλμα δημάρχων ἀνακαλεῖν τὴν στάσιν, ἀλλὰ καὶ τοῦ Γενυκίου κατεγίνωσκον πολλὴν μανίαν.
他の護民官は誰も、内紛を再燃させる勇気はなかった。 それどころか、ゲヌキウスの甚だしい狂気を非難するほどであった。
εἰ μὲν οὖν μηδὲν ἔτι πολυπραγμονοῦντες οἱ ὕπατοι διετέλεσαν, ἀλλʼ ἀφῆκαν ὡς ὁ δαίμων ἐκοίμησε τὴν στάσιν, οὐδεὶς ἂν αὐτοὺς ἔτι κατέλαβε κίνδυνος, νῦν δʼ εἰς αὐθάδειαν καὶ καταφρόνησιν τοῦ δημοτικοῦ τραπόμενοι καὶ τὸ τῆς ἀρχῆς κράτος, ὅσον ἐστίν, ἐπιδεῖξαι βουλόμενοι, κακὰ ἐξειργάσαντο μεγάλα.
したがって、もし執政官たちがその後は何も余計な企てをせずに過ごし、神が内紛を静めたままにしておいたならば、彼らにはもはや何の危険も及ばなかったであろう。 しかし実際には、彼らは平民に対する傲慢さと軽蔑に走り、自らの職権の力がどれほど大きいかを示そうと望んで、大きな禍いを引き起こした。
προθέντες γὰρ στρατολογίαν καὶ τοὺς οὐχ ὑπακούοντας ταῖς τʼ ἄλλαις ζημίαις καὶ πληγαῖς ῥάβδων προσαναγκάζοντες εἰς ἀπόνοιαν ἐποίησαν τραπέσθαι τοῦ δημοτικοῦ τὸ πλέον, ἀπὸ τοιαύτης μάλιστ̓αἰτίας.
というのも、彼らは徴兵を公示し、従わない者たちに他の処罰や鞭打ちを科して強制したため、平民の過半数を絶望へと追いやったが、それは主として次のような理由からであった。