§9.39.1ἀνήρ τις ἐκ τῶν δημοτικῶν τὰ πολέμια λαμπρός, Βολέρων Πόπλιος, ἡγεμονίαν ἐσχηκὼς λόχων ἐν ταῖς προτέραις στρατείαις, τότʼ ἀντὶ λοχαγοῦ στρατιώτης πρὸς αὐτῶν κατεγράφετο.
平民中的一个在军事上享有盛名的人,名叫普布里乌斯·沃莱罗,在先前的征伐中曾担任百人队的指挥官,此时却被他们登记为一名普通士兵而非百人队长。
ὡς δʼ ἠναντιοῦτο καὶ οὐκ ἠξίου χώραν ἀτιμοτέραν λαβεῖν οὐδὲν ἡμαρτηκὼς ἐν ταῖς προτέραις στρατείαις, δυσανασχετοῦντες οἱ ὕπατοι τὴν παρρησίαν αὐτοῦ τοῖς ῥαβδούχοις ἐκέλευσαν τὴν ἐσθῆτά τε περικαταρρῆξαι καὶ ταῖς ῥάβδοις τὸ σῶμα ξαίνειν.
但当他表示反对,且认为自己在先前的征伐中并无任何过错,不应当接受如此屈辱的地位时,执政官们对他直言不讳的态度感到恼怒,便命令侍从扯碎他的衣服,并用笞棒抽打他的身体。
§9.39.2ὁ δὲ νεανίας τούς τε δημάρχους ἐπεκαλεῖτο, καί, εἴ τι ἀδικεῖ, κρίσιν ἐπὶ τῶν δημοτῶν ὑπέχειν ἠξίου.
而那青年则向护民官呼救,并主张如果自己犯有任何过错,应当在平民面前接受审判。
ὡς δʼ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν οἱ ὕπατοι, ἀλλὰ τοῖς ῥαβδούχοις ἄγειν καὶ τύπτειν ἐπεκελεύοντο, οὐκ ἀνασχετὸν ἡγησάμενος εἶναι τὴν ὕβριν αὐτὸς ἑαυτῷ ταμίας τῆς δίκης γίνεται.
然而执政官们对此毫不理会,反而催促侍从将他带走并殴打,他认为这种侮辱无法容忍,便亲自充当了对自己正义的执行者。
§9.39.3τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ.
因为他年轻且强壮,用拳头迎面痛击第一个走上前的侍从的脸部,将其击倒,接着又击倒了随后的那个人。
ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη· καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὥρμησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον, §9.39.4ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο.
执政官们极为愤怒,命令所有的仆役一同上前,这在在场的平民看来是一件极其可怕的事情;他们立刻聚拢成群,高喊着激发起彼此愤怒的口号,夺回了那青年,并挥拳将侍从们击退,最后甚至冲向执政官,如果不是那些人扔下广场逃跑的话,他们险些酿成无可挽回的祸端。
ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότʼ ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν.
从此全城陷入分裂,而先前一直保持沉默的护民官们此时也变得愤恨不平,开始指责执政官。
περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀγῶνα.
于是,关于土地分配的内讧转化成了另一场为了国家体制而展开的更大规模的斗争。
οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν χεῖρας τοῖς ὑπηρέταις τολμήσαντα κατὰ §9.39.5κρημνοῦ βαλεῖν ἠξίουν.
因为贵族们认为执政官的权威正遭到削弱,对此同感愤慨,因而主张将那个竟敢对公仆动手的人从悬崖上扔下去。
οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι σφῶν τὴν ἐλευθερίαν, ἀλλʼ ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρʼ αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν τῶν δικαίων, ἀλλʼ ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι.
而平民们则团结一致,大声疾呼并相互勉励不要背叛他们的自由,而是要把这件事情提交给元老院并指控执政官,并要求让他们受到某种惩罚,因为对于那个呼吁护民官援助、且在犯有任何过错时愿意在平民面前接受审判的人,执政官们未允许其享有这两项正当权利中的任何一项,反而将一个自由人和公民置于奴隶的境地,下令予以殴打。
§9.39.6ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις.
由于两派如此尖锐对立,且谁也不愿向对方让步,那一届执政官任期的余下时间便全都白白耗尽了,既没有辉煌的军事行动来加以点缀,也没有任何值得一提的政治功绩。