§9.35.1τοῦτον δὲ τὸν τρόπον ἁλόντος τοῦ τῶν Σαβίνων χάρακος ἦγε τὴν δύναμιν ὁ Οὐαλέριος ἐπὶ τὸν ἕτερον, ἔνθα ἦσαν οἱ Οὐιεντανοὶ χωρίον οὐ πάνυ ἐχυρὸν κατειληφότες.
このようにしてサビニ人の陣営が占領されると、ウァレリウスは、ウェイイ人があまり堅固でない場所を占拠して陣を敷いていた、もう一方の陣営に向けて軍を進めた。
λαθεῖν μὲν οὖν οὐκέτι ἐνεδέχετο τοὺς προσιόντας τῷ χάρακι·
しかし、陣営に接近する者が敵の目を免れることは、もはや不可能であった。
ἡμέρα τε γὰρ ἦν ἤδη λαμπρά, καὶ τῶν Σαβίνων οἱ φυγόντες ἀπήγγειλαν τοῖς Τυρρηνοῖς τήν θʼ αὑτῶν συμφορὰν καὶ τὴν ἐπʼ ἐκείνους ἔλασιν·
というのも、すでに日はすっかり昇っており、サビニ人の敗走兵たちがエトルリア人に自分たちの災難と、敵が彼らに向かって進軍していることを知らせていたからである。
ἀναγκαῖον δʼ ἦν ἐκ τοῦ καρτεροῦ τοῖς §9.35.2πολεμίοις συμφέρεσθαι.
したがって、力と力で敵と交戦することが不可欠であった。
γίνεται δὴ μετὰ τοῦτο πάσῃ προθυμίᾳ τῶν Τυρρηνῶν ἀγωνιζομένων πρὸ τῆς παρεμβολῆς ὀξεῖα μάχη καὶ φόνος ἀμφοτέρων πολύς, ἰσόρροπός τε καὶ μέχρι πολλοῦ ταλαντευομένη τῇδε καὶ τῇδε ἡ κρίσις τοῦ πολέμου.
この後、エトルリア人が陣営の前で全精力を尽くして戦ったため、激しい戦闘が起こり、双方に多くの死傷者が出た。 そして戦況は拮抗し、勝敗の行方は長い間あちらこちらへと揺れ動いた。
ἔπειτʼ ἐνέδοσαν οἱ Τυρρηνοὶ ὑπὸ τῆς Ῥωμαικῆς ἐξωσθέντες ἵππου καὶ ἀπεχώρησαν εἰς τὸν χάρακα, ὁ δʼ ὕπατος ἠκολούθει, καὶ ἐπειδὴ πλησίον ἐγένετο τῶν ἐρυμάτων — ἦν δὲ φαύλως κατεσκευασμένα καὶ τὸ χωρίον, ὥσπερ ἔφην, οὐ πάνυ ἀσφαλές — προσέβαλε κατὰ πολλὰ μέρη τό τε λοιπὸν ἐκείνης τῆς ἡμέρας μέρος ἐπιταλαιπωρῶν καὶ οὐδὲ τὴν ἐπιοῦσαν νύκτα ἀναπαυσάμενος.
その後、エトルリア人はローマの騎兵に押し戻されて退却し、陣営の中へと引き下がった。 執政官は追撃し、防壁の近くに達すると――その防壁は粗末に作られており、先述のようにその場所もあまり安全ではなかった――多くの場所から攻撃を仕掛け、その日の残りの時間も奮闘し続け、さらに続く夜の間も休息を取らなかった。
§9.35.3οἱ δὲ Τυρρηνοὶ ταῖς συνεχέσι κακοπαθείαις ἀπειρηκότες ἐκλείπουσι τὸν χάρακα περὶ τὸν ὄρθρον καὶ οἱ μὲν εἰς τὴν πόλιν ἔφυγον, οἱ δʼ εἰς τὰς πλησίον ὕλας ἐσκεδάσθησαν.
エトルリア人は絶え間ない苦難に疲れ果て、夜明け頃に陣営を放棄し、ある者は市へと逃れ、ある者は近くの森へと散り散りになった。
γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δʼ ἑξῆς τά τε λάφυρα, ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων, διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοις.
この陣営も掌握すると、ウァレリウスはその日は軍を休ませ、翌日、二つの陣営から得た大量の戦利品を戦った者たちに分配し、戦闘で抜群の功績を挙げた者たちを慣例の冠で称えた。
§9.35.4ἦν δʼ ὁ κράτιστα πάντων ἀγωνίσασθαι δόξας καὶ τρεψάμενος τὴν Οὐιεντανῶν δύναμιν Σερουίλιος ὁ τῷ προτέρῳ ὑπατεύσας ἔτει καὶ τὴν ἐπὶ τοῦ δήμου δίκην ἀποφυγών, πρεσβευτὴς τότε τῷ Οὐαλερίῳ συμπεμφθείς, καὶ ἐπὶ τῇ ἀριστείᾳ τῇδε τὰς νομιζομένας εἶναι μεγίστας παρὰ Ῥωμαίοις δωρεὰς οὗτος ἦν ὁ πρῶτος ἐξενεγκάμενος.
何よりも目覚ましい働きをしたと認められ、ウェイイ軍を敗走させたのは、前年に執政官を務め、民衆による裁判で無罪となったセルウィリウスであった(彼は当時、使節としてウァレリウスに同行していた)。 そして、この抜群の功績により、ローマ人において最大と見なされている褒賞を最初に授けられたのは彼であった。
μετὰ ταῦτα τούς τε τῶν πολεμίων σκυλεύσας νεκροὺς ὁ ὕπατος καὶ τῶν ἰδίων ταφὰς ποιησάμενος ἀπῆγε τὴν στρατιὰν καὶ πλησίον τῆς Οὐιεντανῶν πόλεως καταστήσας προὐκαλεῖτο τοὺς ἔνδον.
その後、執政官は敵の死体から武具を剥ぎ取り、味方の埋葬を済ませると、軍を退かせてウェイイ市の近くに陣を構え、市内の者たちに戦闘を要求した。
§9.35.5ὡς δʼ οὐδεὶς ἐξῄει μαχησόμενος ἄπορον ὁρῶν χρῆμα ἐκ τειχομαχίας αὐτοὺς ἑλεῖν ἐχυρὰν σφόδρα ἔχοντας πόλιν, τῆς γῆς αὐτῶν πολλὴν καταδραμὼν εἰς τὴν Σαβίνων ἐνέβαλε.
しかし誰も戦うために出てこなかったため、彼らが非常に堅固な市を有していることから、力攻めで彼らを陥落させることは極めて困難であると判断し、彼らの土地を広く荒らしまわった後、サビニ人の領土に侵入した。
λεηλατήσας δὲ κἀκείνην ἔτι ἀκέραιον οὖσαν ἐπὶ πολλὰς ἡμέρας καὶ βαρεῖαν ἤδη τὴν ἀποσκευὴν ἔχων ταῖς ὠφελείαις ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν·
そこもまたまだ荒らされていなかったため、数日間にわたって略奪し、略奪品で荷物を重くした上で、軍を帰国させた。
καὶ αὐτῷ ὁ μὲν δῆμος πρὸ πολλοῦ τῆς πόλεως ὄντι ἐστεφανωμένος ὑπήντα λιβανωτοῖς τε θυμιῶν τὴν πάροδον καὶ κρατῆρσι μελικράτου κεκραμένοις ὑποδεχόμενος τὴν στρατιάν·
彼が市から遠く離れた場所にいるうちから、民衆は冠をかぶって彼を迎えに出て、その通路を乳香で燻し、蜂蜜水を混ぜた大杯で軍隊をもてなした。
ἡ δὲ βουλὴ τὴν τοῦ θριάμβου πομπὴν ἐψηφίσατο.
そして元老院は、凱旋式の挙行を議決した。
§9.35.6ὁ δʼ ἕτερος τῶν ὑπάτων Γάιος Ναύτιος, ᾧ προσέκειτο κατὰ κλῆρον ἡ τῶν συμμάχων Λατίνων τε καὶ Ἑρνίκων φυλακή, βραδυτέραν ἐποιήσατο τὴν ἔξοδον·
一方、もう一人の執政官ガイウス・ナウティウスは、抽選によって同盟者であるラティウム人とヘルニキ人の守備を担当することになっていたが、出撃を遅らせた。
οὔτʼ ἀπορίᾳ οὔτʼ ὄκνῳ τοῦ κινδύνου κρατηθείς, τὴν δʼ ἀδηλότητα τοῦ πρὸς Οὐιεντανοὺς πολέμου καραδοκῶν, ἵνʼ ἐάν τι συμβῇ πταῖσμα περὶ τὴν ἐκεῖ στρατιὰν ἐν ἑτοίμῳ τις ὑπάρχῃ τῇ πόλει συνεστῶσα δύναμις, ἣ κωλύσει τοὺς πολεμίους εἰς τὴν χώραν ἐμβαλεῖν, ἐὰν ὥσπερ οἱ πρότερον ἐλάσαντες ἐπὶ τὴν Ῥώμην ἐπιτειχίζειν τινὰ κατὰ τῆς πόλεως χωρία ἐπιβάλωνται.
これは、困窮や危険に対する躊躇に支配されたためではなく、ウェイイ人との戦争の先行きが不透明であることを見極めようとしたからであった。 それは、もしあちらの軍勢に何か不測の事態が生じた場合に、市にとってすぐに動かせる結集された戦力が備わっているようにするためであり、その戦力は、以前にローマに攻め寄せた者たちのように、敵がローマ市に対していくつかの場所を要塞化しようと企てた場合に、敵が領内に侵入するのを阻むためのものであった。
§9.35.7ἐν δὲ τῷ μεταξὺ τούτου χρόνῳ καὶ ὁ κατὰ τῶν Λατίνων πόλεμος, ὃν ἐπῆγον αὐτοῖς Αἰκανοί τε καὶ Οὐολοῦσκοι τέλος εὐτυχὲς ἔσχε·
この間に、アイクイ人とウォルスキ人がラティウム人に対して仕掛けていた戦争も、幸運な結末を迎えた。
καὶ παρῆσάν τινες ἀγγέλλοντες μάχῃ νικηθέντας ἀπεληλυθέναι τοὺς πολεμίους ἐκ τῆς χώρας αὐτῶν, καὶ μηδεμιᾶς τοῖς συμμάχοις ἔτι δεῖν βοηθείας κατὰ τὸ παρόν·
そして、何人かの使者が到着し、敵は戦闘で敗れて彼らの領土から撤退したこと、同盟者たちには現在のところもはや何の援助も必要ないことを報告した。
ὁ μέντοι Ναύτιος οὐδὲν ἧττον, ἐπειδὴ τὰ ἐν τῇ Τυρρηνίᾳ πράγματα καλῶς σφίσιν ἐχώρησεν, ἐξῆγε τὴν στρατιάν.
しかしながら、ナウティウスは、エトルリアでの事態が自分たちにとって好転したのを知ると、それにもかかわらず軍を出撃させた。
§9.35.8ἐμβαλὼν δʼ εἰς τὴν Οὐολούσκων χώραν καὶ πολλὴν αὐτῆς διεξελθὼν ἔρημον ἀφειμένην, ἀνδραπόδων μὲν καὶ βοσκημάτων ὀλίγων πάνυ ἐκράτησεν, ἀρούρας δʼ αὐτῶν ἐν ἀκμῇ τοῦ σίτου ὄντος ἐμπρήσας καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἐν τοῖς ἀγροῖς λωβησάμενος οὐδενὸς ὁμόσε χωροῦντος ἀπῆγε τὴν στρατιάν· ταῦτα μὲν ἐπὶ τούτων τῶν ἀνδρῶν ἐπράχθη.
彼はウォルスキ人の領土に侵入し、人影がなく放置されていたその土地の多くを通過したが、極めて少数の奴隷と家畜を手に入れただけであった。 しかし、小麦が実りの時期を迎えていた彼らの耕作地を焼き払い、田野にある他の多くのものを荒らしたが、誰も立ち向かってくる者がいなかったため、軍を撤退させた。 以上のことが、これらの者たちのもとで行われた出来事であった。