Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.36.1-9.36.3

マッリウスによるウェイイとの休戦と人口調査

705 / 962 箇所 · ギリシア語

要旨

後を継いだ執政官マッリウスはウェイイを包囲し、困窮した彼らと40年間の休戦を結んだ。マッリウスは歩行による凱旋式を挙行し、任期中には市民登録(国勢調査)も実施された。

§9.36.1οἱ δὲ διαδεξάμενοι τούτους ὕπατοι Αὖλος Μάλλιος καὶ Λεύκιος Φούριος, ψηφισαμένης τῆς βουλῆς τὸν ἕτερον αὐτῶν στρατιὰν ἐπὶ Οὐιεντανοὺς ἄγειν, ἐκληρώσαντο περὶ τῆς ἐξόδου, καθάπερ αὐτοῖς ἔθος ἦν.
これらの後を継いだ執政官アウルス・マッリウスとルキウス・フリウスは、元老院が彼らのうちの一人にウェイイ人に対する軍を率いるよう議決したため、彼らの慣習に従って、出撃について抽選を行った。
καὶ λαχὼν Μάλλιος ἐξῆγε τὰς δυνάμεις διὰ ταχέων, καὶ πλησίον τῶν πολεμίων κατεστρατοπέδευσεν.
そして抽選に当たったマッリウスは、速やかに軍勢を率いて出撃し、敵の近くに陣を構えた。
οἱ δὲ Οὐιεντανοὶ τειχήρεις γενόμενοι τέως μὲν ἀντεῖχον καὶ διεπρεσβεύοντο πρός τε τὰς ἄλλας τὰς ἐν Τυρρηνοῖς πόλεις καὶ πρὸς τοὺς νεωστὶ συμμαχήσαντας αὐτοῖς Σαβίνους, βοήθειαν ἀξιοῦντες ἀποστεῖλαι σφίσι διὰ §9.36.2ταχέων.
一方、ウェイイ人は城壁内に閉じこもり、しばらくの間は抵抗し、他の方々のエトルリアの都市や、最近彼らと同盟を結んだサビニ人たちに使節を送って、速やかに自分たちに援軍を派遣するよう求めていた。
ὡς δʼ ἁπάντων ἀπετύγχανον καὶ τὰς τροφὰς ἀπαναλώκεσαν, ὑπὸ τῆς ἀνάγκης βιασθέντες ἐξῆλθον ὡς τὸν ὕπατον, ἱκετηρίας φέροντες οἱ πρεσβύτατοί τʼ αὐτῶν καὶ τιμιώτατοι, περὶ καταλύσεως δεόμενοι τοῦ πολέμου.
しかし、すべての試みに失敗し、食糧も消費し尽くすと、必要に迫られて、彼らのうちで最長老かつ最も高貴な者たちが、懇願の枝を手にして執政官のもとに赴き、戦争の終結を嘆願した。
τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς ἀργύριόν τʼ εἰς ὀψωνιασμὸν ἐνιαυτοῦ τῇ στρατιᾷ καὶ διμήνου τροφὰς ἀποφέρειν, ὅταν δὲ ταῦτα ποιήσωσιν εἰς Ῥώμην ἀποστέλλειν τοὺς διαλεξομένους τῇ βουλῇ περὶ τῶν διαλύσεων, ἐπαινέσαντες ταῦτα καὶ διὰ ταχέων τό τʼ ὀψώνιον τῇ στρατιᾷ καὶ τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον ἧκον εἰς τὴν Ῥώμην·
マッリウスが彼らに、軍隊の1年分の俸給のための銀と、2ヶ月分の食糧を納めること、およびこれらを実行した上で、和約について元老院と交渉する使節をローマに送ることを命じると、彼らはこれらを承諾し、速やかに軍隊への俸給と、マッリウスによって食糧の代わりに支払うことが認められた銀を納めた上で、ローマにやってきた。
καὶ καταστάντες ἐπὶ τὴν βουλὴν συγγνώμης ἐπὶ τοῖς γεγονόσι τυχεῖν ἠξίουν, καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαλλαγῆς τοῦ πολέμου.
そして元老院に臨み、これまでの過ちに対する許しと、将来にわたる戦争の免除を求めた。
§9.36.3πολλῶν δὲ λεχθέντων εἰς ἀμφότερα τὰ μέρη λόγων ἐνίκησεν ἡ σπένδεσθαι παραινοῦσα τὸν πρὸς αὐτοὺς πόλεμον γνώμη, γίνονταί τʼ ἀνοχαὶ τοῦ πολέμου πρὸς αὐτοὺς τεσσαρακονταετεῖς.
双方の立場から多くの意見が交わされた後、彼らと和約を結ぶことを勧める意見が勝利し、彼らとの間で40年間の休戦が結ばれた。
καὶ οἱ μὲν ἀπῄεσαν πολλὰς τῇ πόλει τῆς εἰρήνης χάριτας εἰδότες, ὁ δὲ Μάλλιος ἀφικόμενος εἰς τὴν πόλιν, ἐπὶ τῇ καταλύσει τοῦ πολέμου τὸν πεζὸν θρίαμβον αἰτησάμενος, ἔλαβεν.
彼らは平和をくれた市に深く感謝しながら帰国し、一方、マッリウスは市に帰還すると、戦争の終結に対して歩行による凱旋式を要求し、これを獲得した。
ἐγένετο δὲ καὶ τίμησις ἐπὶ τῆς τούτων ἀρχῆς, καὶ ἦσαν οἱ τιμησάμενοι πολῖται σφᾶς τʼ αὐτοὺς καὶ χρήματα καὶ τοὺς ἐν ἥβῃ παῖδας ὀλίγῳ πλείους τρισχιλίων τε καὶ δέκα μυριάδων.
また彼らの任期中に市民登録も行われ、自身と財産、および成人した子を登録した市民は、10万3千人余りであった。

語釈・文法注

  1. 1843τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς — 属格独立構文(τοῦ δὲ Μαλλίου κελεύσαντος)であり、主節の動作に先立つ、または並行する執政官の命令を表す。命令の中身はそれに続く不定詞(ἀποφέρειν... ἀποστέλλειν)によって規定されている。
  2. 1843τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον — 冠詞 τὸ と名詞 ἀργύριον の間に、前置詞句 ἀντὶ τοῦ σίτου、受動態分詞 συγχωρηθὲν、および行為者を示す前置詞句 ὑπὸ τοῦ Μαλλίου が挟まれており、「マッリウスによって食糧の代わりに支払うことが認められた銀」を意味する複雑な配置(hyperbaton)となっている。
  3. 1844οἱ τιμησάμενοι πολῖται — 中動態分詞 τιμησάμενοι の用法。国勢調査(τίμησις)において、市民が「自らを(σφᾶς τʼ αὐτοὺς)登録する」という自主的な行為を示す。能動態が「査定する(censorが行う)」のに対し、市民自身が「自己申告する」ことを中動態で表現している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.36.1-9.36.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.36.1-9.36.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。