§9.35.1τοῦτον δὲ τὸν τρόπον ἁλόντος τοῦ τῶν Σαβίνων χάρακος ἦγε τὴν δύναμιν ὁ Οὐαλέριος ἐπὶ τὸν ἕτερον, ἔνθα ἦσαν οἱ Οὐιεντανοὶ χωρίον οὐ πάνυ ἐχυρὸν κατειληφότες.
以此种方式,当萨宾人的营垒被攻占后,瓦莱里乌斯率军前往另一处营垒,当时维伊人正占领着一处并不十分坚固的地方。
λαθεῖν μὲν οὖν οὐκέτι ἐνεδέχετο τοὺς προσιόντας τῷ χάρακι· ἡμέρα τε γὰρ ἦν ἤδη λαμπρά, καὶ τῶν Σαβίνων οἱ φυγόντες ἀπήγγειλαν τοῖς Τυρρηνοῖς τήν θʼ αὑτῶν συμφορὰν καὶ τὴν ἐπʼ ἐκείνους ἔλασιν·
此时,接近营垒的人已不可能不被发现;因为天色已完全大亮,且逃亡的萨宾人已经向埃特鲁里亚人报告了他们自己的灾难以及罗马军对他们的进攻。
ἀναγκαῖον δʼ ἦν ἐκ τοῦ καρτεροῦ τοῖς §9.35.2πολεμίοις συμφέρεσθαι.
因此,必须以全力与敌人交锋。
γίνεται δὴ μετὰ τοῦτο πάσῃ προθυμίᾳ τῶν Τυρρηνῶν ἀγωνιζομένων πρὸ τῆς παρεμβολῆς ὀξεῖα μάχη καὶ φόνος ἀμφοτέρων πολύς, ἰσόρροπός τε καὶ μέχρι πολλοῦ ταλαντευομένη τῇδε καὶ τῇδε ἡ κρίσις τοῦ πολέμου.
随后,由于埃特鲁里亚人在营垒前极力奋战,发生了一场激烈的战斗,双方伤亡惨重,战局僵持不下,胜负的平衡在很长时间内摇摆不定。
ἔπειτʼ ἐνέδοσαν οἱ Τυρρηνοὶ ὑπὸ τῆς Ῥωμαικῆς ἐξωσθέντες ἵππου καὶ ἀπεχώρησαν εἰς τὸν χάρακα, ὁ δʼ ὕπατος ἠκολούθει, καὶ ἐπειδὴ πλησίον ἐγένετο τῶν ἐρυμάτων — ἦν δὲ φαύλως κατεσκευασμένα καὶ τὸ χωρίον, ὥσπερ ἔφην, οὐ πάνυ ἀσφαλές — προσέβαλε κατὰ πολλὰ μέρη τό τε λοιπὸν ἐκείνης τῆς ἡμέρας μέρος ἐπιταλαιπωρῶν καὶ οὐδὲ τὴν ἐπιοῦσαν νύκτα ἀναπαυσάμενος.
接着,埃特鲁里亚人在罗马骑兵的冲击下退让,并撤回营垒中;执政官紧随其后,当他接近防御工事时——因其建造粗陋,且如前所述,地形也并不安全——他从多处发起进攻,在当天剩余的时间里持续苦战,甚至在接下来的夜晚也未作休息。
§9.35.3οἱ δὲ Τυρρηνοὶ ταῖς συνεχέσι κακοπαθείαις ἀπειρηκότες ἐκλείπουσι τὸν χάρακα περὶ τὸν ὄρθρον καὶ οἱ μὲν εἰς τὴν πόλιν ἔφυγον, οἱ δʼ εἰς τὰς πλησίον ὕλας ἐσκεδάσθησαν.
埃特鲁里亚人因连续的苦战而精疲力竭,于黎明时分遗弃了营垒,有的逃往城内,有的散落到附近的森林中。
γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δʼ ἑξῆς τά τε λάφυρα, ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων, διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοις.
瓦莱里乌斯在占领了这处营垒后,当天让军队进行了休息,次日则将从两处营地中缴获的极其丰厚的战利品分发给参战的士兵,并用惯常的冠冕表彰了在战斗中表现杰出的功臣。
§9.35.4ἦν δʼ ὁ κράτιστα πάντων ἀγωνίσασθαι δόξας καὶ τρεψάμενος τὴν Οὐιεντανῶν δύναμιν Σερουίλιος ὁ τῷ προτέρῳ ὑπατεύσας ἔτει καὶ τὴν ἐπὶ τοῦ δήμου δίκην ἀποφυγών, πρεσβευτὴς τότε τῷ Οὐαλερίῳ συμπεμφθείς, καὶ ἐπὶ τῇ ἀριστείᾳ τῇδε τὰς νομιζομένας εἶναι μεγίστας παρὰ Ῥωμαίοις δωρεὰς οὗτος ἦν ὁ πρῶτος ἐξενεγκάμενος.
被认为战功最为卓著并击溃维伊人军队的是塞鲁维利乌斯,他曾于前一年担任执政官,并在民众法庭的审判中获判无罪,当时作为副官被派随瓦莱里乌斯同行;因这一杰出战功,他是第一个获得罗马人中被视为最高奖赏之人。
μετὰ ταῦτα τούς τε τῶν πολεμίων σκυλεύσας νεκροὺς ὁ ὕπατος καὶ τῶν ἰδίων ταφὰς ποιησάμενος ἀπῆγε τὴν στρατιὰν καὶ πλησίον τῆς Οὐιεντανῶν πόλεως καταστήσας προὐκαλεῖτο τοὺς ἔνδον.
此后,执政官在剥去敌人尸体的甲胄并安葬了己方死者后,率军撤离,并在靠近维伊人城池的地方驻扎,向城内之人发起挑战。
§9.35.5ὡς δʼ οὐδεὶς ἐξῄει μαχησόμενος ἄπορον ὁρῶν χρῆμα ἐκ τειχομαχίας αὐτοὺς ἑλεῖν ἐχυρὰν σφόδρα ἔχοντας πόλιν, τῆς γῆς αὐτῶν πολλὴν καταδραμὼν εἰς τὴν Σαβίνων ἐνέβαλε.
见无人出城迎战,他又考虑到他们拥有极其坚固的城池,深知通过攻城战夺取该城是极其困难的事,于是在大肆践踏了他们的土地之后,侵入了萨宾人的领地。
λεηλατήσας δὲ κἀκείνην ἔτι ἀκέραιον οὖσαν ἐπὶ πολλὰς ἡμέρας καὶ βαρεῖαν ἤδη τὴν ἀποσκευὴν ἔχων ταῖς ὠφελείαις ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν·
由于那片土地尚未遭到破坏,他在那里劫掠了数日,在随行辎重因战利品而变得沉重后,率军班师。
καὶ αὐτῷ ὁ μὲν δῆμος πρὸ πολλοῦ τῆς πόλεως ὄντι ἐστεφανωμένος ὑπήντα λιβανωτοῖς τε θυμιῶν τὴν πάροδον καὶ κρατῆρσι μελικράτου κεκραμένοις ὑποδεχόμενος τὴν στρατιάν· ἡ δὲ βουλὴ τὴν τοῦ θριάμβου πομπὴν ἐψηφίσατο.
当他还在离城很远的地方时,民众便戴着花冠前来迎候,在通路上焚香,并用调好蜂蜜水的双耳大杯款待军队;元老院则通过决议为他举行凯旋式。
§9.35.6ὁ δʼ ἕτερος τῶν ὑπάτων Γάιος Ναύτιος, ᾧ προσέκειτο κατὰ κλῆρον ἡ τῶν συμμάχων Λατίνων τε καὶ Ἑρνίκων φυλακή, βραδυτέραν ἐποιήσατο τὴν ἔξοδον· οὔτʼ ἀπορίᾳ οὔτʼ ὄκνῳ τοῦ κινδύνου κρατηθείς, τὴν δʼ ἀδηλότητα τοῦ πρὸς Οὐιεντανοὺς πολέμου καραδοκῶν, ἵνʼ ἐάν τι συμβῇ πταῖσμα περὶ τὴν ἐκεῖ στρατιὰν ἐν ἑτοίμῳ τις ὑπάρχῃ τῇ πόλει συνεστῶσα δύναμις, ἣ κωλύσει τοὺς πολεμίους εἰς τὴν χώραν ἐμβαλεῖν, ἐὰν ὥσπερ οἱ πρότερον ἐλάσαντες ἐπὶ τὴν Ῥώμην ἐπιτειχίζειν τινὰ κατὰ τῆς πόλεως χωρία ἐπιβάλωνται.
另一位执政官盖乌斯·纳乌蒂乌斯,根据抽签负责防守盟友拉丁人和赫尔尼基人,他推迟了出兵;这并非由于匮乏或对危险的畏惧,而是因为他在密切注视着针对维伊人战争的未定局势,以便若那里的军队发生意外,城内能有一支严阵以待的集结力量,来阻止敌人入侵领土,以免敌人像以前向罗马进军的人那样,企图针对该城修筑军事据点。
§9.35.7ἐν δὲ τῷ μεταξὺ τούτου χρόνῳ καὶ ὁ κατὰ τῶν Λατίνων πόλεμος, ὃν ἐπῆγον αὐτοῖς Αἰκανοί τε καὶ Οὐολοῦσκοι τέλος εὐτυχὲς ἔσχε· καὶ παρῆσάν τινες ἀγγέλλοντες μάχῃ νικηθέντας ἀπεληλυθέναι τοὺς πολεμίους ἐκ τῆς χώρας αὐτῶν, καὶ μηδεμιᾶς τοῖς συμμάχοις ἔτι δεῖν βοηθείας κατὰ τὸ παρόν·
在此期间,拉丁人抵抗埃奎人和沃尔斯奇人进攻的战争也获得了幸运的结局;有人前来报告敌人在战斗中被击败,已从他们的领土撤离,盟友目前不再需要任何援助。
ὁ μέντοι Ναύτιος οὐδὲν ἧττον, ἐπειδὴ τὰ ἐν τῇ Τυρρηνίᾳ πράγματα καλῶς σφίσιν ἐχώρησεν, ἐξῆγε τὴν στρατιάν.
然而,纳乌蒂乌斯在得知埃特鲁里亚的局势进展顺利后,依然率军出征。
§9.35.8ἐμβαλὼν δʼ εἰς τὴν Οὐολούσκων χώραν καὶ πολλὴν αὐτῆς διεξελθὼν ἔρημον ἀφειμένην, ἀνδραπόδων μὲν καὶ βοσκημάτων ὀλίγων πάνυ ἐκράτησεν, ἀρούρας δʼ αὐτῶν ἐν ἀκμῇ τοῦ σίτου ὄντος ἐμπρήσας καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἐν τοῖς ἀγροῖς λωβησάμενος οὐδενὸς ὁμόσε χωροῦντος ἀπῆγε τὴν στρατιάν·
侵入沃尔斯奇人的领地并穿过大片空无一人的荒凉土地后,他仅捕获了极少数的奴隶和牲畜,但在烧毁了他们正值成熟期的麦田并破坏了田野中不少其他财物后,因无人前来交锋,便率军撤回。
ταῦτα μὲν ἐπὶ τούτων τῶν ἀνδρῶν ἐπράχθη.
以上即是在这些执政官任内所发生的事。