§9.25.1τῷ δʼ ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος.
翌年、およそ夏至のころ、 8月(セクスティリスの月)に、戦争に熟達した人々、セルウィウス・セルウィリウスとアウルス・ウェルギニウスが執政官職を引き継いだ。 彼らににとって、エトルリア人との戦争は、それが大きく困難なものではあったものの、城壁内での戦争と比較して検討されるときには、黄金のように思われた。
ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ §9.25.2τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν.
というのも、先の冬に近くの山(ヤニクルム)の要塞化と絶え間ない襲撃のために、領土には種が蒔かれず、また商人ももはや外部から物資を運び込まなくなったため、深刻な穀物不足が、市内の住民とつまり田舎から流れ込んできた群衆で満ちていたローマを襲ったからである。
τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκων — οὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχειν — οὐκ ἔλαττον ἢ τριπλάσιον τοῦ πολιτικοῦ πλήθους·
すなわち、兵役年齢の市民は、直近の人口調査から判明したところでは、11万人を超えており、他方で女性、子供、家内の使用人、商人、[繰り返し:子供、家内の使用人、商人、]そして卑俗な手工業を営む在留外国人(メトイコイ)――ローマ人には小売商や職人としての生活を送ることは誰にも許されていなかったからである――は市民の数の3倍を下回らなかった。
οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς τροφάς.
彼らは、この苦難に憤慨し、広場に集まり、政務官たちを声高に非難し、富裕層の家に大挙して押し寄せ、蓄えられていた食料を対価を支払わずに強奪しようと試みていたため、宥めることは容易ではなかった。
§9.25.3οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθʼ, ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες, §9.25.4ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο.
護民官たちは、彼らを民会に招集し、貴族(パトリキ)たちが常に貧民に対して何らかの悪事を企んでいると告発し、人間にとって予測不可能で防ぎようのない運命に従ってこれまでに起こったあらゆる不吉な出来事は彼らの仕業であると語ることによって、彼らを激しく乱暴な者たちへと変えてしまった。
τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν.
このような苦境に悩まされた執政官たちは、多額の資金を携えて近隣の地域から穀物を買い入れるための使節を派遣し、また、自らの生活のために必要以上の蓄えをしていた者たちに対し、適正な価格を設定した上で、家にある穀物を公の場に差し出すよう命じた。
ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς.
彼らはこれらのことや、その他多くの同様の手立てを講じることによって、貧民たちの不法行為を抑え、戦争への準備に立ち戻る猶予を得た。