§9.24.1οἱ δʼ ἐν τῇ Ῥώμῃ τήν τʼ ἀπώλειαν τῶν σφετέρων καὶ τὴν ἅλωσιν τοῦ χάρακος μαθόντες — ἧκον γὰρ οἱ πρῶτοι διασωθέντες ἐκ τῆς τροπῆς πολλῆς ἔτι νυκτὸς οὔσης — εἰς μέγαν θόρυβον ὥσπερ εἰκὸς κατέστησαν·
一方、ローマにいた人々は、身内たちの全滅と陣営の陥落を知ると――というのも、敗走から最初に生き延びた者たちが、まだ夜が深いうちに到着したからである――当然のことながら大きな混乱に陥った。
καὶ ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων ἁρπάσαντες τὰ ὅπλα, οἱ μὲν τὰ τείχη περιεστεφάνουν, οἱ δὲ πρὸ τῶν πυλῶν ἐτάξαντο, οἱ δὲ τὰ μετέωρα τῆς πόλεως κατελαμβάνοντο.
そして、敵がただちに自分たちに押し寄せてくるだろうと考えて武器をひったくり、ある者たちは城壁を取り囲み、またある者たちは門の前に整列し、さらにある者たちは市内の高地を占拠した。
§9.24.2ἦν δὲ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ὅλην καὶ βοὴ συμμιγής, καὶ ἐπὶ τοῖς τέγεσι τῶν οἴκων εἰς ἀλκὴν καὶ ἀγῶνα εὐτρεπὴς ὁ κατοικίδιος ὄχλος, πυρσοί τε συνεχεῖς, οἷα δὴ ἐν νυκτὶ καὶ σκοταίᾳ ταύτῃ, ὑπὸ λαμπάδων καὶ ἀπὸ τεγῶν τοσοῦτοι τὸ πλῆθος ᾔροντο, ὥστε συναφὲς εἶναι δοκεῖν τοῖς πρόσωθεν ὁρῶσι τὸ §9.24.3σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν.
市内全域で秩序なき疾走と入り混じった叫び声が起こり、家々の屋根の上には、防衛と戦いの準備を整えた一般の群衆が集まり、絶え間なく掲げられたたいまつは、このように暗い夜であったため、屋根の上から松明によって非常に多く掲げられたので、遠くから見る人々にはその輝きがつながっているように見え、都市が燃えているかのような印象を与えた。
καὶ εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασʼ ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπʼ αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν.
そしてもしあのときエトルリア人が、陣営から得られる戦利品を無視して、逃げる者たちのすぐ後ろを追撃していたならば、彼らに対して出征した軍勢はすべて全滅していただろう。 しかし実際には、彼らは陣営に取り残されたものの略奪に走り、体に休息を与えたため、自ら大いなる栄誉を逃すことになった。
τῇ δʼ ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν.
翌日、彼らは軍をローマに進め、およそ16スタディオン離れた、ローマを一望できるヤニクルムと呼ばれる山を占領した。 そこを拠点として、彼らは市内の人々に対する大いなる蔑視から、もう一人の執政官ホラティウスがウォルスキ人たちのもとにいた軍勢を率いて到着するまで、妨げられることなくローマの領土を荒らし回った。
§9.24.4τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον.
そのときになって初めて、ローマ人たちは安全な状態になったと考え、市内の若者たちを武装させて郊外へ打って出た。
ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις λαμπρῶς ἠγωνίσαντο, ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτʼ ἐτελεύτα.
そして、都市から8スタディオン離れた「希望」の神殿の近くで最初の戦闘を交え、勝利して立ち向かってきた敵を退けると、その後、さらに多くの軍勢で押し寄せてきたエトルリア人を相手に、コッリナと呼ばれる門の近くで再び見事に戦い、恐怖から一息ついた。 そして、この年が終わった。