§9.26.1ἐπεὶ δʼ αἱ μὲν ἔξωθεν ἐβράδυνον ἀγοραί, τὰ δʼ ἐντὸς τείχους τροφῆς ἐχόμενα πάντα κατανάλωτο, ἀποστροφὴ δὲ τῶν κακῶν οὐδεμία ἦν ἑτέρα, ἀλλὰ δυεῖν θάτερον ἐχρῆν, ἢ τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας ἁπάσῃ δυνάμει παρακινδυνεύσαντας, ἢ τειχήρεις μένοντας ὑπὸ λιμοῦ τε καὶ στάσεως διαφθαρῆναι, τὸ κουφότερον αἱρούμενοι τῶν κακῶν ἔγνωσαν ὁμόσε χωρεῖν τοῖς ἐκ τῶν πολεμίων δεινοῖς.
だが、外部からの供給が遅れ、城壁内の食料に関するあらゆるものが消費し尽くされ、災厄を避ける道が他になく、二つのうちの一方、すなわち、全軍をもって危険を冒し領土から敵を追い出すか、あるいは城壁内に留まったまま飢餓と内紛によって滅びるか、どちらかを選ばねばならなくなったとき、彼らは災厄のうちより軽い方を選び、敵の脅威に正面から立ち向かうことを決意した。
§9.26.2προαγαγόντες δὲ τὰς δυνάμεις ἐκ τῆς πόλεως περὶ μέσας νύκτας διέβησαν τὸν ποταμὸν ἐπὶ σχεδίαις καί, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, πλησίον τῶν πολεμίων κατεστρατοπέδευσαν.
彼らは夜半ごろに市外へ軍を進め、いかだで川を渡り、夜がすっかり明ける前に敵の近くに陣を構えた。
τῇ δʼ ἑξῆς ἡμέρᾳ προελθόντες ἔταξαν ὡς εἰς μάχην τὸν στρατόν.
翌日、彼らは前進して、軍を戦闘隊形に整えた。
εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν κεράτων Οὐεργίνιος, τὸ δʼ εὐώνυμον Σερουίλιος.
右翼はウェルギニウスが、左翼はセルウィリウスが率いた。
§9.26.3ἰδόντες δʼ αὐτοὺς εὐτρεπεῖς ὄντας οἱ Τυρρηνοὶ πρὸς τὸν ἀγῶνα σφόδρα ἐχάρησαν, ὡς ἑνὶ τῷ τότε κινδύνῳ κατὰ νοῦν χωρήσαντι τὴν Ῥωμαίων καθελοῦντες ἀρχήν, εἰδότες, ὅτι πᾶν, ὅσον ἦν κράτιστον στρατιωτικὸν αὐτῶν, εἰς τὸν ἀγῶνα ἐκεῖνον ὥρμητο, καὶ διʼ ἐλπίδος ἔχοντες, ἐν ᾗ πολὺ τὸ κοῦφον ἦν, ῥᾳδίως αὐτῶν κρατήσειν, ἐπειδὴ τὴν μετὰ Μενηνίου δύναμιν ἐν δυσχωρίαις παραταξαμένην σφίσιν ἐνίκησαν.
エトルリア人たちは、ローマ人が戦闘の準備を整えているのを見て大いに喜んだ。 それは、その時のただ一度の戦闘が思い通りに運べば、ローマ人の支配を覆すことができると考えたからであり、ローマ軍の最も強力な精鋭すべてがその戦闘に動員されていることを知っていたからである。 また、彼らは容易に勝利できるという期待を抱いていたが、その期待はきわめて軽率なものであった。 なぜなら、彼らは以前、難所で自分たちと対峙したメネニウスの軍勢を破っていたからである。
γενομένης δʼ ἰσχυρᾶς καὶ πολυχρονίου μάχης πολλοὺς μὲν ἀποκτείναντες Ῥωμαίων, πολλῷ δʼ ἔτι πλείονας τῶν σφετέρων ἀποβαλόντες ἀνεχώρουν βάδην ἐπὶ τὸν χάρακα.
激しく長い戦いが繰り広げられたが、エトルリア人たちはローマ人を多く殺害したものの、自分たちの方はそれをはるかに上回る多くの兵を失い、歩を速めずに陣営へと退却した。
§9.26.4ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλʼ ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθʼ ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ.
右翼を率いるウェルギニウスは、自軍の兵に追撃を許さず、勝利を収めたその場に留まらせたが、他方の翼に配置されていたセルウィリウスは、自分の前方にいる敵を追撃し、遥か遠くまで追っていった。
ὡς δʼ ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς.
ローマ兵が高地に至ると、エトルリア人たちは反転し、陣営から救援に来た者たちも加わって、彼らに襲いかかった。
οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο.
ローマ兵は短時間持ちこたえたものの背を向け、丘を駆け下りながら追撃されて、散り散りになって命を落とした。
§9.26.5μαθὼν δὲ Οὐεργίνιος, ἐν οἵαις ἦν τύχαις ἡ τὸ ἀριστερὸν κέρας κατέχουσα στρατιά, πᾶσαν ἔχων τὴν δύναμιν ἐν τάξει πλαγίαν ἦγε διὰ τοῦ ὄρους ὁδόν.
左翼を占める軍勢がどのような境遇にあるかを知ったウェルギニウスは、全軍の隊列を維持したまま、山を横切る小道を通って進軍させた。
γενόμενος δὲ κατὰ νώτου τῶν διωκόντων τοὺς σφετέρους, μέρος μέν τι ταύτῃ καταλείπει τῆς στρατιᾶς κωλύσεως ἕνεκεν τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησόντων, τὸ δὲ λοιπὸν αὐτὸς ἄγων ἐπεφέρετο τοῖς πολεμίοις.
そして、自軍の兵を追撃していた敵の背後に出ると、陣営から救援に出てくるであろう敵を防ぐために、その場所に自軍の一部を残し、残りの兵を自ら率いて敵に襲いかかった。
ἐν δὲ τούτῳ καὶ οἱ μετὰ τοῦ Σερουιλίου θαρσήσαντες τῇ παρουσίᾳ τῶν σφετέρων ὑποστρέφουσί τε καὶ καταστάντες ἐμάχοντο.
この間に、セルウィリウスに率いられていた者たちも、味方の到着に勇気づけられて反転し、踏みとどまって戦った。
κυκλωθέντες δʼ ὑπʼ ἀμφοῖν οἱ Τυρρηνοὶ καὶ οὔτε πρόσω διεκπορευθῆναι δυνάμενοι διὰ τοὺς ὁμόσε χωροῦντας, οὔτʼ ὀπίσω φεύγειν ἐπὶ τὸν χάρακα διὰ τοὺς κατόπιν ἐπιόντας, οὐκ ἀνάνδρως, §9.26.6ἀτυχῶς δʼ οἱ πλείους κατεκόπησαν.
双方から包囲されたエトルリア人たちは、正面から向かってくる者たちのために前進して突破することもできず、また背後から襲いかかる者たちのために陣営へと敗走することもできず、決して臆病にではなく、不運にもその大部分が切り倒された。
γενομένης δʼ οἰκτρᾶς νίκης περὶ τοὺς Ῥωμαίους, καὶ οὐ παντάπασιν εὐτυχὲς τέλος εἰληφότος τοῦ ἀγῶνος οἱ μὲν ὕπατοι πρὸ τῶν νεκρῶν καταστρατοπεδευσάμενοι τὴν ἐπιοῦσαν νύκτα ηὐλίσαντο, οἱ δὲ κατέχοντες τὸ Ἰάνικλον Τυρρηνοί, ἐπειδὴ οὐδεμία παρὰ τῶν οἴκοθεν ἤρχετο ἐπικουρία, καταλιπεῖν ἔκριναν τὸ φρούριον, καὶ ἀναστρατοπεδεύσαντες νυκτὸς ἀπῆραν εἰς τὴν Οὐιεντανῶν πόλιν ἐγγυτάτω σφίσι τῶν Τυρρηνίδων πόλεων κειμένην.
ローマ人にとっては悲惨な勝利となり、戦闘は完全に幸福な結末を迎えたわけではなかったが、執政官たちは戦死者の遺体の前に陣を構えて翌夜を明かした。 一方、ヤニクルムを占拠していたエトルリア人たちは、本国からの救援が全く来ないため、砦を放棄することを決意し、夜間に撤収して、彼らに最も近いエトルリアの都市であるウェイイへと出発した。
§9.26.7τοῦ δὲ χάρακος αὐτῶν οἱ Ῥωμαῖοι κρατήσαντες τά τε χρήματα διαρπάζουσιν, ὅσα ὑπελείποντο ἀδύνατα ὄντα ἐν φυγῇ φέρεσθαι, καὶ τραυματίας λαμβάνουσι πολλούς, τοὺς μὲν ἐν ταῖς σκηναῖς ἀπολειφθέντας, τοὺς δʼ ἀνὰ τὴν ὁδὸν ἅπασαν ἐστρωμένους.
ローマ人は彼らの陣営を占領し、逃走の際に持ち去ることができずに残されていた財宝を略奪し、また、天幕に残されていた者や道中に倒れていた者など、多くの負傷者を捕らえた。
§9.26.8ἀντείχοντο γάρ τινες γλιχόμενοι τῆς οἴκαδε ὁδοῦ καὶ διεκαρτέρουν παρὰ δύναμιν ἀκολουθοῦντες, εἶτα βαρυνομένων αὐτοῖς τῶν μελῶν ἡμιθνῆτες κατέρρεον ἐπὶ τὴν γῆν·
というのも、ある者たちは帰郷の途に就くことを強く望み、力及ばずながらも従い耐え忍んだものの、四肢が重くなり、半死半生の状態で地上に崩れ落ちたからである。
οὓς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐπὶ πολὺ τῆς ὁδοῦ προελθόντες ἀνείλοντο·
はるか遠くまで追撃したローマの騎兵たちは彼らを捕らえた。
καὶ ἐπειδὴ οὐδὲν ἔτι πολέμιον ἦν καθελόντες τὸ φρούριον καὶ τὰ λάφυρα ἄγοντες ἧκον εἰς τὴν πόλιν, τὰ σώματα τῶν ἐν τῇ μάχῃ τελευτησάντων κομίσαντες οἰκτρὰν ὄψιν ἅπασι τοῖς πολίταις διὰ πλῆθός §9.26.9τε καὶ ἀρετὴν τῶν ἀπολομένων.
そして、敵対する者がもはやいなくなったため、砦を破壊し、戦利品を携えて市内に戻った。 彼らは戦闘で死亡した者たちの遺体を運んしてきたが、その数が非常に多く、また亡くなった者たちの勇敢さのゆえに、それは全市民にとって目も当てられない悲惨な光景であった。
ὥσθʼ ὁ μὲν δῆμος οὔθʼ ἑορτάζειν ὡς καλὸν ἀγῶνα κατορθώσας ἠξίου, οὔτε πενθεῖν ὡς ἐπὶ μεγάλῃ καὶ ἀνηκέστῳ συμφορᾷ·
そのため、民衆は見事な戦闘に勝利したとして祝祭を行うことも、また重大で取り返しのつかない災厄に見舞われたとして喪に服すことも、どちらも適当ではないと考えた。
ἡ δὲ βουλὴ τοῖς μὲν θεοῖς τὰς ἀναγκαίους ἐψηφίσατο θυσίας, τὴν δʼ ἐπινίκιον τοῦ θριάμβου πομπὴν οὐκ ἐπέτρεψε ποιήσασθαι τοῖς ὑπάτοις.
元老院は、神々に対して必要な生贄を捧げることを議決したが、執政官たちが凱旋式の行列を行うことは認めなかった。
μετʼ οὐ πολλὰς δʼ ἡμέρας ἀγορᾶς ἐπλήσθη παντοδαπῆς ἡ πόλις τῶν τε δημοσίᾳ πεμφθέντων καὶ τῶν εἰωθότων ἐμπορεύεσθαι πολὺν εἰσαγαγόντων σῖτον, ὥστʼ ἐν τῇ προτέρᾳ πάντας εὐετηρίᾳ γενέσθαι.
しかし、それから数日も経たないうちに、公的に送られた食料や、通常の交易商人たちが大量の穀物を運び込んだことにより、市内はあらゆる物資で満ちあふれ、誰もがかつての豊かさを取り戻した。