Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.25.1-9.25.4

罗马的粮食短缺与新执政官应对危机

第 694 段,共 962 段 · 希腊语

内容简介

新任执政官面临严重的粮食短缺与社会动荡,保民官的煽动进一步加剧了民众的不满,最终执政官们采取紧急措施以维持秩序并恢复战争准备。

§9.25.1τῷ δʼ ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος.
第二年,大约在夏至时节,八月(塞克斯蒂利斯月),富有战争经验的塞尔维乌斯·塞尔维利乌斯和奥卢斯·维尔吉尼乌斯接任执政官。 对他们来说,与伊特鲁里亚人的战争虽然重大且艰难,但与城墙内的纷争相比,却显得如黄金般宝贵。
ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ §9.25.2τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν.
因为在过去的冬天里,由于邻近山丘的设防和持续不断的袭击,土地未能播种,且商人也不再从外部运进粮食,严重的谷物短缺席卷了罗马,而此时城内既挤满了本地的居民,又挤满了从田野间涌入的群众。
τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκων — οὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχειν — οὐκ ἔλαττον ἢ τριπλάσιον τοῦ πολιτικοῦ πλήθους·
因为处于兵役年龄的公民超过了十一万人,正如从最近的人口普查中所查明的那样;而妇女、儿童、家仆、商人,[重复:儿童、家仆、商人,]以及从事卑微手工业的侨民(梅托伊科伊)——因为任何罗马人都不被允许以零售商或手工业者身份谋生——其人数不少于公民大众的三倍。
οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς τροφάς.
要安抚他们并不容易,因为他们对这一灾难感到愤怒,成群结队地奔向广场,大声谴责在职的政务官,推搡着涌向富人的房屋,并企图不花钱便抢夺富人们储存的粮食。
§9.25.3οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθʼ, ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες, §9.25.4ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο.
而保民官们将他们召集到民会中,控告贵族(帕特里奇)总是针对穷人策划阴谋,并且声称,在人类无法预测和防范的命运支配下所发生过的一切不幸事件,全都是贵族所为,从而将他们煽动成了激烈而暴力的暴民。
τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν.
执政官们在这些灾难的困扰下,带上大笔资金派遣人员去邻近地区采购谷物,并规定那些为自己的生活囤积了超过适度数量粮食的人,必须将家中的谷物上缴公库,同时定下了合理的补偿价格。
ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς.
通过策划这些以及许多其他类似的措施,他们遏制了穷人的违法行为,并获得了重新准备战争的喘息机会。

词汇与语法注释

  1. ¦1810¦παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος — 介词 `παρά` 接宾格表示“与……相比”。分词 `ἐξεταζόμενος`(现在被动分词,主格阳性单数,与主语 `ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος` 一致)表示时间或条件,意为“当与城墙内的(战争/纷争)进行对比检验时”。
  2. ¦p.v.3p.319¦ὡς αἰεί τι κακὸν ... μηχανωμένων — 由接续词 `ὡς` 引导的属格独立结构(Genitive Absolute)。`ὡς` 表示主观原因或指控的内容,在此处表示保民官们指控“贵族们总是针对穷人策划某种阴谋”。
  3. ¦1812¦τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους — 分词 `παραθεμένους`(不定过去时中间顿挫分词,宾格阳性复数)作为动词 `ἔταξαν`(命令)的宾语,即不定式 `ἀναφέρειν`(上缴)的逻辑主语。整个短语 `τοὺς ... παραθεμένους` 意为“那些为了自己的生活而囤积了超过适度数量粮食的人”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.25.1-9.25.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.25.1-9.25.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。