Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.24.1-9.24.4

伊特鲁里亚人占领扬尼库鲁姆与执政官霍拉提乌斯的反击

第 693 段,共 962 段 · 希腊语

内容简介

罗马在得知败战消息后陷入极大恐慌,但伊特鲁里亚人因忙于抢劫而延误了追击,随后占领了扬尼库鲁姆山。此后,随着另一位执政官霍拉提乌斯的回归,罗马军队展开反击,并在希望女神庙和科林纳门附近的战斗中取得胜利,结束了这一年。

§9.24.1οἱ δʼ ἐν τῇ Ῥώμῃ τήν τʼ ἀπώλειαν τῶν σφετέρων καὶ τὴν ἅλωσιν τοῦ χάρακος μαθόντες — ἧκον γὰρ οἱ πρῶτοι διασωθέντες ἐκ τῆς τροπῆς πολλῆς ἔτι νυκτὸς οὔσης — εἰς μέγαν θόρυβον ὥσπερ εἰκὸς κατέστησαν·
而在罗马城里的人得知了同胞的惨败和营垒的失陷——因为在夜色还很深的时候,第一批从溃败中幸存的人就已经到了——不出所料,他们陷入了极大的混乱中。
καὶ ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων ἁρπάσαντες τὰ ὅπλα, οἱ μὲν τὰ τείχη περιεστεφάνουν, οἱ δὲ πρὸ τῶν πυλῶν ἐτάξαντο, οἱ δὲ τὰ μετέωρα τῆς πόλεως κατελαμβάνοντο.
他们认为敌人很快就会向他们袭来,于是抓起武器,有的包围了城墙,有的在城门前排开,还有的占领了城中的高地。
§9.24.2ἦν δὲ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ὅλην καὶ βοὴ συμμιγής, καὶ ἐπὶ τοῖς τέγεσι τῶν οἴκων εἰς ἀλκὴν καὶ ἀγῶνα εὐτρεπὴς ὁ κατοικίδιος ὄχλος, πυρσοί τε συνεχεῖς, οἷα δὴ ἐν νυκτὶ καὶ σκοταίᾳ ταύτῃ, ὑπὸ λαμπάδων καὶ ἀπὸ τεγῶν τοσοῦτοι τὸ πλῆθος ᾔροντο, ὥστε συναφὲς εἶναι δοκεῖν τοῖς πρόσωθεν ὁρῶσι τὸ §9.24.3σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν.
整座城市里出现了无秩序的奔跑和嘈杂的喊叫声,在房顶上,那些家中的老弱妇孺也做好了防御和战斗的准备。 由于这是一个黑暗的夜晚,人们在屋顶上举起了如此多的火把,持续不断地亮起,以至于在远处看去,那光芒仿佛连成了一片,给人一种城市正在被焚烧的印象。
καὶ εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασʼ ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπʼ αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν.
而且,如果当时伊特鲁里亚人忽视从营垒中获得的战利品,紧紧追击那些逃跑的人,那么出征攻打他们的全部军队本都会被消灭。 但事实上,他们转而抢夺营地中遗留的财物,并让身体得到了休息,从而使自己失去了获得极大荣耀的机会。
τῇ δʼ ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν.
第二天,他们率军逼近罗马,占领了距离罗马约十六斯塔亚、可以俯瞰全城的那座被称为扬尼库鲁姆的山丘。 他们以此为据点,极其蔑视城内的人,肆无忌惮地到处抢劫和掠夺罗马的领土,直到另一位执政官霍拉提乌斯率领原本在沃尔斯奇人那里的军队赶到。
§9.24.4τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον.
直到那时,罗马人才认为安全了,他们武装了城内的青年,出城来到开阔的地带。
ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις λαμπρῶς ἠγωνίσαντο, ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτʼ ἐτελεύτα.
他们在距离城市八斯塔亚的希望女神庙附近进行了第一场战斗,取得了胜利并击退了对阵的敌人。 在此之后,当伊特鲁里亚人以另一支更庞大的军队再次进攻时,他们在被称为科林纳的城门附近英勇作战,终于从恐惧中喘过气来。 这一年就这样结束了。

词汇与语法注释

  1. §9.24.1ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων — 结合 ὡς 与属格独立分词(此处为将来时分词 ἐλευσομένων)的结构,表示主观的理由或预期,意为“认为敌人立刻就会向他们袭来”。
  2. §9.24.2τοσοῦτοι τὸ πλῆθος ᾔροντο — τὸ πλῆθος 是表示“在数量上”的关系宾格(或称限度宾格)。整个短语意为“在数量上被举起了如此之多”,其主语是前文的阳性名词 πυρσοί(火把)。
  3. §9.24.3εἰ τότε οἱ Τυρρηνοὶ ... ἠκολούθησαν, ἅπασʼ ἂν διέφθαρτο — 过去虚拟语气(与过去事实相反的条件句)。条件从句(protasis)使用 εἰ + 直陈式过去时(ἠκολούθησαν),主句(apodosis)使用 ἄν + 直陈式过去完成时(διέφθαρτο,表示过去已完成的动作)。
  4. §9.24.4ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων — 属格独立分词结构(τῶν Τυρρηνῶν ἐπελθόντων),其中夹带着一个伴随或手段与格(ἑτέρᾳ πλείονι δυνάμει),表示时间性的背景,意为“当伊特鲁里亚人带着另一支更庞大的军队再次进攻时”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.24.1-9.24.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.24.1-9.24.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。