§9.23.1οἱ γοῦν Τυρρηνοὶ τούς τʼ ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις.
ともかくエトルリア人たちは、男たちを滅ぼし、クレメラの砦を奪取すると、ローマ軍の残りの部隊に向けて自分たちの兵力を進めた。
ἔτυχε δʼ οὐ μακρὰν κατεστρατοπεδευκὼς ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ·
一方、二人の執政官のうちのもう一人、メネニウスは、それほど遠くない、しかし安全ではない場所にたまたま陣を敷いていた。
καὶ ὅτε ἡ Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφʼ οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τʼ οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν αὐτῶν ποιήσασθαι φροντίδα τῆς τʼ ἀρετῆς καὶ §9.23.2δόξης τοῖς ἀνδράσι φθονῶν.
そしてファビウスの親族とその被護民たちが滅ぼされつつあったとき、彼はその惨劇が起こった場所から30スタディオンほどしか離れていなかったが、多くの人々に次のような疑念を抱かせた。 すなわち、彼はファビウス氏族がいかなる苦境にあるかを知りながらも、彼らの卓越性と名声への嫉妬から、彼らのことを全く顧みなかったのだ、と。
τοιγαροῦν μετὰ ταῦθʼ ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω.
それゆえ、この後彼は護民官たちによって裁判に引き出され、まさにこの容疑のために有罪となった。
σφόδρα γὰρ ἐπένθησεν ἡ Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν·
というのも、ローマの国家は、これほど多くの、かつこれほど優れた男たちの徳を失ったことを深く悼み、この悲劇の原因になったと彼らに思われたあらゆることに対して、辛辣で容赦のない態度をとったからである。
τὴν δʼ ἡμέραν ἐκείνην, ἐν ᾗ τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη.
そしてローマは、その惨劇が起こったあの日を「黒い日」、すなわち不吉な日と定め、当日の不吉な出来事を忌み嫌うがゆえに、この日にはいかなる公務も始めようとはしないのである。
§9.23.3ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδον — ἦν δʼ ὑπὸ λαγόνι κείμενον ὄρους — τῆς τʼ ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον.
エトルリア人たちがローマ軍の近くに達したとき、彼らの陣営(それは山の麓に位置していた)を見て取り、将軍の未熟さを侮り、運命によってもたらされたこの有利な状況を、願ってもないこととして受け入れた。
καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν.
そして直ちに騎兵を率いて、誰も妨げる者のない丘の反対側から頂上へと登った。
καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο.
ローマ軍の頭上にある嶺を占拠すると、そこに陣を構え、残りの軍勢も安全に登らせ、高い柵と深い堀によってその陣営を強固にした。
§9.23.4εἰ μὲν οὖν συνιδὼν ὁ Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ διʼ αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας φυλάττων, αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν.
もしメネニウスが、自分が敵にどれほど有利な状況を与えてしまったかを察知して、自らの過ちを悔い、より安全な場所に軍を退いていたならば、彼は賢明であったろう。 しかし実際には、過ちを犯したと思われることを恥辱と感じ、自分を諫め諭す者たちに対して強情な態度を崩さなかったため、恥ずべき破滅へと転落した。
§9.23.5οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τʼ αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ἢ ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι·
というのも、敵は彼の陣営の上方にある地からその都度出撃して多くの優位を得ており、商人たちによって運ばれてくるローマ軍の物資を奪い取り、また飼料や水を求めて出かけていく者たちを襲撃したからである。
καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν ᾧ τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, ἃ δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων·
そして、執政官にとっては、決戦を交えるべき時機も場所も自分で決めることができない状況になっていた。 これらは、用兵に未熟な指揮官に対する重大な弱点とされるものである。
τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο, §9.23.6εἶχε ταῦτα.
他方、エトルリア人にとっては、その双方(時機と場所)が彼らの望み通りになっていた。
καὶ οὐδὲ τότʼ ἀπαναστῆσαι τὴν στρατιὰν ὁ Μενήνιος ὑπέμεινεν, ἀλλʼ ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων.
それでもなおメネニウスは、軍を退却させることに耐えられず、有益な助言をする者たちを軽蔑して、軍を連れ出して戦闘隊形に整えた。
καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους ἢ διπλάσιοι τῶν πολεμίων ὄντες.
エトルリア人たちは、将軍の愚行を大いなる幸運とみなし、敵の少なくとも2倍以上の兵力をもって、柵から下ってきた。
§9.23.7ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν.
両軍が衝突すると、隊列を維持できないローマ軍の多くの者が殺害された。
ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπιν — ἐτάξαντο γὰρ ἐπὶ βάθος — ἐμπτώσει πολλῇ συνεργούμενοι.
というのも、エトルリア人たちは、土地の地形を味方にし、また背後に控えている者たちの(彼らは縦深深く陣を敷いていたが)激しい突進に助けられて、ローマ軍を押し出していたからである。
πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, ἡ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα·
最も名高い歩兵隊長たちが倒れると、ローマ軍の残りの軍勢は崩れ立ち、柵へと逃げ去った。
οἱ δʼ ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι καὶ τῶν νεκρῶν γίνονται κύριοι. καὶ
敵は彼らを追撃し、その軍旗を奪い、負傷者たちを捕らえ、死体を自分たちの支配下に置いた。
§9.23.8κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ διʼ ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς·
そして、彼らを陣営に閉じ込めて包囲し、その日の残りの時間を通じて何度も攻撃を加え、夜になっても手を緩めることなく、中の者たちがそこを放棄したため、柵を占領し、多くの捕虜と財産を手に入れた。
οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλʼ ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες.
というのも、逃げる者たちには手荷物を片付ける余裕すらなく、ただ自分自身の身体を辛うじて救い出しただけであり、多くの者は武器すら保持していなかったからである。