Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.23.1-9.23.8

执政官梅内尼乌斯的失误与罗马军队的溃败

第 692 段,共 962 段 · 希腊语

内容简介

伊特鲁里亚人利用罗马执政官梅内尼乌斯的疏忽占领了有利的高地。梅内尼乌斯拒绝了撤退的建议,执意进行鲁莽的战斗,导致罗马军队被围困并遭遇惨败。

§9.23.1οἱ γοῦν Τυρρηνοὶ τούς τʼ ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις.
因此,伊特鲁里亚人在消灭了那些男子并占领了克雷梅拉的要塞后,便率领军队去进攻其余的罗马军队。
ἔτυχε δʼ οὐ μακρὰν κατεστρατοπεδευκὼς ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ· καὶ ὅτε ἡ Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφʼ οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τʼ οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν αὐτῶν ποιήσασθαι φροντίδα τῆς τʼ ἀρετῆς καὶ
而两位执政官之一的梅内尼乌斯当时恰好在不远的地方安营扎寨,但那并不是一个安全的地方;当法比乌斯氏族和他们的被保护民被消灭时,他距离发生惨剧的地方大约只有三十斯塔迪亚,这让不少人产生了怀疑,认为他虽然知道法比乌斯人处于怎样的险境,却因嫉妒那些男子的美德和荣耀而完全不予理会。
§9.23.2δόξης τοῖς ἀνδράσι φθονῶν. τοιγαροῦν μετὰ ταῦθʼ ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω.
因此,他后来被护民官控告法庭,并主要因这一罪名而被判有罪。
σφόδρα γὰρ ἐπένθησεν ἡ Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν·
因为罗马城邦极度哀悼,失去了如此之多且如此杰出的男子的美德,并且对于在他们看来导致了这一灾难的一切起因,都持有痛苦而无法释怀的态度。
τὴν δʼ ἡμέραν ἐκείνην, ἐν ᾗ τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη.
他们将发生惨剧的那一天定为黑暗而不吉之日,并且在那一天不开始任何有益的事务,以此来回避当时降临到他们身上的不幸命运。
§9.23.3ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδον — ἦν δʼ ὑπὸ λαγόνι κείμενον ὄρους — τῆς τʼ ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον.
当伊特鲁里亚人靠近罗马人时,他们看见了对方的营地——营地位于山脚下——他们既鄙视这位将领的无能,又欣然接受了命运所赐予的优势。
καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν.
他们立即率领兵,从山丘的另一侧在无人阻拦的情况下登上了山顶。
καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο.
在占领了罗马人头顶上方的山脊后,他们在此安营扎寨,在安全地让其余军队也登上来之后,他们用高木栅和深壕沟加固了军营。
§9.23.4εἰ μὲν οὖν συνιδὼν ὁ Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ διʼ αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας φυλάττων, αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν.
如果梅内尼乌斯能看出自己给了敌人多么大的优势,从而悔改自己的错误,并将军队撤退到更安全的地方,他本是英明的;但事实上,他因害怕显得自己犯了错而感到羞耻,且对试图纠正他的人保持着顽固的态度,最终落得个可耻的惨败。
§9.23.5οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τʼ αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ἢ ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι· καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν ᾧ τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, ἃ δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων· τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο, §9.23.6εἶχε ταῦτα.
因为敌军每次都从居高临下的位置发起出击,占尽了优势,不仅抢夺商人为罗马人运送的物资,还袭击那些外出寻找草料或水源的人;其结果是,一方面,这位执政官既无法掌握进行战斗的时机,也无法控制战斗的地点,而这些通常被认为是对缺乏军事经验的将领的重大指控;另一方面,对伊特鲁里亚人来说,这两者都如他们所愿。
καὶ οὐδὲ τότʼ ἀπαναστῆσαι τὴν στρατιὰν ὁ Μενήνιος ὑπέμεινεν, ἀλλʼ ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων.
即便在这种情况下,梅内尼乌斯也不甘心撤回军队,反而将他们带出并排成战斗队列,蔑视那些提出有益建议的人。
καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους ἢ διπλάσιοι τῶν πολεμίων ὄντες.
而伊特鲁里亚人将这位将领的愚蠢视为极大的幸事,便从营垒中走下来,人数不少于敌军的两倍。
§9.23.7ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν.
当双方交锋时,罗马人死伤惨重,他们根本无法保持阵形。
ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπιν — ἐτάξαντο γὰρ ἐπὶ βάθος — ἐμπτώσει πολλῇ συνεργούμενοι.
因为伊特鲁里亚人将他们推了回去,他们不仅有地形的自然优势作为盟友,而且还得到了后方部署者——因为他们排成了很深的纵深——强力冲击的协助。
πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, ἡ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα· οἱ δʼ ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι καὶ τῶν νεκρῶν γίνονται κύριοι.
在最显赫的百夫长们倒下后,其余的罗马军队便溃退,向着营垒逃跑;敌军紧随其后,夺走了他们的军旗,俘获了伤员,并掌控了死者的尸体。
καὶ §9.23.8κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ διʼ ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς· οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλʼ ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες.
并且将他们围困在营垒中,在当天其余的时间里发起了多次进攻,甚至在夜间也未曾松懈,他们攻占了营垒,因为里面的防守者已经将其遗弃,并且俘获了许多人,夺取了大量财物;因为逃跑的人甚至没有能力带走他们的辎重,而只是勉强保住了自己的生命,许多人甚至连武器都没有保住。

词汇与语法注释

  1. 1804δόξαν τʼ οὐκ ὀλίγοις παρέσχε ... μηδεμίαν ... ποιήσασθαι — 不定式短语“μηδεμίαν ... ποιήσασθαι”(完全不予理会)与名词短语“δόξαν παρέσχε”(使人产生怀疑/看法)构成同格关系,具体说明怀疑的内容。分词“γνοὺς”(虽然知道)具有让步意味,而分词“φθονῶν”(因嫉妒)则解释了梅内尼乌斯的动机。
  2. p.v.3p.314εἰ μὲν οὖν συνιδὼν ... σοφὸς ἂν ἦν — 这是一个表示与过去事实相反的虚拟条件句。条件从句(protasis)由分词“συνιδὼν”(如果他已经看出,相当于“εἰ συνέγνω”)和直陈式过去时动词(“μετέγνω”、“ἀπήγαγε”)构成,主句(apodosis)则使用“ἂν”加上直陈式过去时(“ἦν”)。随后的“νῦν δὲ”(但事实上)将此与实际现实进行了对比。
  3. 1806περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ ... τοῖς δὲ Τυρρηνοῖς ... εἶχε ταῦτα — 愈过去时动词“περιειστήκει”(源自“περιίστημι”,意为“结果转变为……”)与与格(“τῷ μὲν ὑπάτῳ”)和不定式(“εἶναι κυρίῳ”)连用,表示“对执政官而言,结果落得无法掌控……的境地”。这与后半句的“τοῖς δὲ Τυρρηνοῖς ... ε宏观 ταῦτα”并列并形成对比。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.23.1-9.23.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.23.1-9.23.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。