Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.20.1-9.20.4

伏兵と家畜の囮によるファビウス一族の壊滅

689 / 962 箇所 · ギリシア語

要旨

著者がより真実だと考える説に基づき、エトルリア人が家畜を用いた計略でファビウス一族を砦から誘い出し、伏兵によって全滅させる過程が語られる。

§9.20.1ὁ δʼ ἕτερος, ὃν ἀληθέστερον εἶναι νομίζω περί τε τῆς ἀπωλείας τῶν ἀνδρῶν καὶ τῆς ἁλώσεως τοῦ φρουρίου, τοιόσδε τίς ἐστιν.
しかし、男たちの全滅と砦の陥落について、私がより真実に近いと考えているもう一つの説は、およそ次のようなものである。
ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ διὰ τὸ κατορθοῦν ἐν ταῖς πείραις συνεχῶς προσωτέρω προχωρούντων οἱ Τυρρηνοὶ παρεσκευασμένοι στρατιὰν συχνὴν ἐν τοῖς ἔγγιστα χωρίοις λαθόντες τοὺς πολεμίους κατεστρατοπέδευσαν.
男たちがしばしば食糧調達のために出撃し、試みにおいて連続して成功しているために、ますます遠くへと進んでいっていたとき、エトルリア人たちは大軍を準備して、敵に気づかれることなく最も近くの場所に陣を張った。
ἔπειτʼ ἀποστέλλοντες ἐκ τῶν χωρίων ποίμνας τε καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ προὐκαλοῦντο τοὺς ἄνδρας ἐπὶ ταῦτα·
その後、それらの場所から羊の群れや牛の群れ、また放牧されている馬の群れを牧草地に、形の上では草を食ませるために送り出すことによって、男たちをこれらへと誘い出した。
οἱ δʼ ἐξιόντες τούς τʼ ἀνθρώπους συνήρπαζον καὶ τὰ §9.20.2βοσκήματα περιήλαυνον.
彼らは出撃して、人間たちを捕らえ、また家畜群を追っていった。
τοῦτο συνεχῶς οἱ Τυρρηνοὶ ποιοῦντες καὶ προαγόμενοι τοὺς πολεμίους ἀεὶ προσωτέρω τοῦ χάρακος, ἐπειδὴ διέφθειραν αὐτῶν τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς ταῖς συνεχέσιν ὠφελείαις δελεάσαντες, ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν χωρίων νύκτωρ, καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνονται σκοπιάς·
エトルリア人たちはこのことを繰り返し行い、敵を常に防塁からさらに遠くへと誘い出したが、度重なる戦利品によって彼らを誘惑し、安全に対する彼らの警戒心を損なわせたとき、夜間に、それらの土地の要地に待ち伏せ部隊を配置し、また別の者たちは平野を見下ろす高地の監視所を占拠した。
τῇ δʼ ἑξῆς ἡμέρᾳ προπέμψαντες ὀλίγους τινὰς ἐνόπλους, ὡς δὴ φυλακῆς ἕνεκα τῶν νομέων, ἀφῆκαν ἐκ τῶν χωρίων πολλὰς ἀγέλας.
そして翌日、あたかも牧人の守備のためであるかのように少数の武装兵をあらかじめ送り出した上で、それらの場所から多くの群れを放った。
§9.20.3ὡς δʼ ἀπηγγέλη τοῖς Φαβίοις, ὅτι τοὺς πλησίον ὑπερβαλόντες λόφους ἐν ὀλίγῳ δή τινι χρόνῳ μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν, καὶ τὴν φυλάττουσαν αὐτὰ χεῖρα οὐχ ἱκανήν, ἐξῆλθον ἐκ τοῦ φρουρίου φυλακὴν τὴν ἀρκοῦσαν ἐν αὐτῷ καταλιπόντες·
近くの丘を越えれば、ごく短時間のうちに、平野があらゆる種類の家畜で満ちており、またそれらを守っている一隊は不十分である、ということがファビウス一族に報じられると、彼らは砦の中に十分な守備隊を残して、砦から出撃した。
καὶ διανύσαντες σπουδῇ καὶ μετὰ προθυμίας τὴν ὁδὸν ἐπιφαίνονται τοῖς φύλαξι τῶν βοσκημάτων συντεταγμένοι·
そして、急いで熱心に道を進んで、家畜の番人たちの前に整列した状態で姿を現した。
κἀκεῖνοι οὐ δεξάμενοι αὐτοὺς ἔφευγον.
すると彼らは、彼らを迎え撃つことなく逃走した。
οἱ δὲ Φάβιοι, ὡς ἐν ἀσφαλεῖ δὴ ὄντες, τούς τε νομεῖς συνελάμβανον καὶ τὰ βοσκήματα περιήλαυνον.
そこでファビウス一族は、もはや安全であると思って、牧人たちを捕らえ、家畜群を追っていった。
§9.20.4ἐν δὲ τούτῳ οἱ Τυρρηνοὶ ἐκ τῆς ἐνέδρας ἀναστάντες κατὰ πολλὰ χωρία προσπίπτουσιν αὐτοῖς πανταχόθεν.
そうしているうちに、エトルリア人たちが待ち伏せから立ち上がり、多くの場所から、四方八方から彼らに襲いかかった。
καὶ οἱ μὲν πλείους τῶν Ῥωμαίων ἐσκεδασμένοι καὶ ἀλλήλοις ἀμύνειν οὐχ οἷοί τʼ ὄντες, ἐνταῦθʼ ἀπόλλυνται.
そして、ローマ人の大部分は散り散りになり、互いに助け合うこともできず、そこで全滅した。
ὅσοι δʼ αὐτῶν συνεστηκότες ἦσαν προθυμούμενοί τι καταλαβέσθαι χωρίον ἀσφαλὲς καὶ πρὸς τὰ ὄρη σπεύδοντες εἰς ἕτερον ἐμπίπτουσι λόχον ἐν ὕλαις καὶ νάπαις ὑποκαθήμενον.
しかし、彼らのうちまとまっていた者たちは、どこか安全な場所を確保しようと熱望して山へと急いだが、森や谷間に潜んでいた別の待ち伏せ部隊に遭遇した。
καὶ γίνεται αὐτῶν μάχη καρτερὰ καὶ φόνος ἐξ ἑκατέρων πολύς.
そして、彼らの間で激しい戦闘が起こり、双方に多くの死者が出た。
ἀπεώσαντο δʼ οὖν καὶ τούτους ὅμως, καὶ πληρώσαντες τὴν φάραγγα νεκρῶν ἀνέδραμον ἐπὶ λόφον οὐ ῥᾴδιον ἁλῶναι·
それでも彼らはこれらをも押し返し、谷を死体で満たした上で、攻略の容易でない丘へと駆け登った。
ἐν ᾧ τὴν ἐπιοῦσαν νύκτα ἄποροι τῶν ἀναγκαίων ηὐλίσαντο.
そして、その丘で彼らは、必要な物資もないまま、次の夜を明かした。

語釈・文法注

  1. 9.20.1ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ ... προχωρούντων — 独立属格構文(genitive absolute)。`τῶν ἀνδρῶν`(男たちの)が現在分詞 `ἐξιόντων` および `προχωρούντων` の意味上の主語であり、主節の主語である `οἱ Τυρρηνοὶ` とは異なる。
  2. 9.20.1τῷ λόγῳ — 与格の副詞的用法で「名目上は」「形の上では」の意。実際は敵を誘い出す罠であることを意味し、明示されない対比語 `τῷ ἔργῳ`(実際には)を暗示している。
  3. 9.20.2τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς — 形容詞の中性単数名詞化 `τὸ προνοητικόν`(警戒心、慎重さ)に、目的格的属格 `τοῦ ἀσφαλοῦς`(安全に関する)が結合した構造で、「安全に対する警戒心」を意味する。
  4. 9.20.3τοὺς πλησίον ὑπερβαλόντες λόφους — 語順の倒置(hyperbaton)。冠詞 `τοὺς` と名詞 `λόφους` の間に、副詞 `πλησίον`(近くの)と分詞 `ὑπερβαλόντες`(越えて)が割り込んでいる。構造的には `τοὺς πλησίον λόφους`(近くの丘を)が分詞 `ὑπερβαλόντες` の目的語となる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.20.1-9.20.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.20.1-9.20.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。