§9.19.1τινὲς μὲν οὖν φασιν, ὅτι θυσίας ἐπιστάσης πατρίου, ἣν ἔδει τὸ Φαβίων ἐπιτελέσαι γένος, οἱ μὲν ἄνδρες ἐξῆλθον ὀλίγους ἐπαγόμενοι πελάτας ἐπὶ τὰ ἱερά, καὶ προῄεσαν οὔτε διερευνώμενοι τὰς ὁδοὺς οὔθʼ ὑπὸ σημαίαις τεταγμένοι κατὰ λόχους, ῥᾳθύμως δὲ καὶ ἀφυλάκτως ὡς ἐν εἰρήνῃ τε καὶ διὰ φιλίας γῆς πορευόμενοι.
さて、ある人々が言うには、ファビウス一族が執り行うべきであった先祖伝来の犠牲式が近づいたため、男たちは少数の被護民を伴って儀式のために出発し、道を偵察することもなく、また部隊ごとに軍旗の下に整列することもなく、まるで平和なときであり、友好的な土地を進んでいるかのように、不注意かつ無警戒に進んでいった。
§9.19.2οἱ δὲ Τυρρηνοὶ προεγνωκότες αὐτῶν τὴν ἔξοδον ἐλόχησαν τῆς ὁδοῦ χωρίον μέρει τῆς στρατιᾶς, τὴν δὲ λοιπὴν δύναμιν συντεταγμένην ἔχοντες οὐ πολλῷ ὕστερον ἠκολούθουν.
しかし、エトルリア人たちは彼らの出発をあらかじめ察知しており、軍の一部をもって道の途中のある場所を待ち伏せの地とし、残りの兵力を整列させた状態で、それほど遅れることなく追随した。
ὡς δʼ ἐπλησίασαν οἱ Φάβιοι ταῖς ἐνέδραις, ἐξαναστάντες τοῦ λόχου οἱ Τυρρηνοὶ προσπίπτουσιν αὐτοῖς, οἱ μὲν κατὰ μέτωπον, οἱ δʼ ἐκ τῶν πλαγίων, καὶ μετʼ οὐ πολὺ ἡ τῶν ἄλλων Τυρρηνῶν δύναμις προσέβαλεν ἐκ τῶν κατόπιν·
そして、ファビウス一族が待ち伏せ場所に近づくと、エトルリア人たちは待ち伏せ場所から立ち上がって彼らに襲いかかり、ある者は正面から、ある者は側面から攻撃し、間もなく残りのエトルリア人の軍勢が背後から攻撃した。
καὶ περιστάντες αὐτοῖς πανταχόθεν, οἱ μὲν σφενδόναις, οἱ δὲ τόξοις, οἱ δὲ σαυνίοις τε καὶ λόγχαις στοχαζόμενοι, τῷ πλήθει τῶν βελῶν ἅπαντας κατειργάσαντο.
そして、彼らを四方から包囲し、ある者は投石器で、ある者は弓で、ある者は投げ槍や突き槍で狙いを定め、投射兵器の多さによって全員を打ち倒した。
§9.19.3οὗτος μὲν οὖν ἧττον ἔμοιγε πιθανὸς φαίνεται εἶναι λόγος.
さて、こちらの説は、私にとっては信頼性が低いように思われる。
οὔτε γὰρ εἰκὸς ἀπὸ στρατοπέδου θυσίας ἕνεκα τοὺς ὑπὸ ταῖς σημαίαις τοσούτους ἄνδρας εἰς τὴν πόλιν ἀναστρέφειν ἄνευ ψηφίσματος βουλῆς, δυναμένων τῶν ἱερουργιῶν καὶ διʼ ἑτέρων ἐπιτελεσθῆναι τῶν μετεχόντων μὲν τοῦ αὐτοῦ γένους, προβεβηκότων δὲ ταῖς ἡλικίαις·
というのも、陣営から犠牲式のために、これほど多くの軍旗の下にある男たちが、元老院の決議なしに市へと引き返すということはありそうにないからである。 その宗教儀式は、同じ一族に属してはいるが、高齢の他の人々によっても執り行われ得たのである。
οὔτʼ εἰ πάντες ἀπεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ μηδεμία μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ἐφεστίοις ὑπελείπετο, πάντας εἰκὸς ἦν τοὺς κατέχοντας τὸ φρούριον ἐκλιπεῖν αὐτοῦ τὴν φυλακήν·
あるいはまた、もし仮に全員が市から出発しており、ファビウス一族のいかなる者も家庭の炉端に残されていなかったとしても、砦を保持していた者たちが全員、その守備を放棄したということはありそうにないことだからである。
ἤρκουν γὰρ ἂν καὶ τρεῖς ἢ τέτταρες ἀφικόμενοι συντελέσαι περὶ τοῦ γένους ὅλου τὰ ἱερά.
なぜなら、一族全体のために儀式を執り行うには、わずか3、4名が赴くだけでも十分であったはずだからである。
διὰ μὲν δὴ ταύτας τὰς αἰτίας οὐκ ἔδοξέ μοι πιστὸς εἶναι ὁ λόγος.
まさにこれらの理由によって、この説は私にとって信頼できるものとは思えなかった。