§9.20.1ὁ δʼ ἕτερος, ὃν ἀληθέστερον εἶναι νομίζω περί τε τῆς ἀπωλείας τῶν ἀνδρῶν καὶ τῆς ἁλώσεως τοῦ φρουρίου, τοιόσδε τίς ἐστιν.
然而,关于男人们的覆灭和要塞的沦陷,我认为另一个更真实的说法是这样的。
ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ διὰ τὸ κατορθοῦν ἐν ταῖς πείραις συνεχῶς προσωτέρω προχωρούντων οἱ Τυρρηνοὶ παρεσκευασμένοι στρατιὰν συχνὴν ἐν τοῖς ἔγγιστα χωρίοις λαθόντες τοὺς πολεμίους κατεστρατοπέδευσαν.
由于男人们频繁外出搜寻粮草,且因在尝试中接连获得成功而不断深入,伊特鲁里亚人便准备了一支大军,在最邻近的地方驻扎下来,而没有被敌人发现。
ἔπειτʼ ἀποστέλλοντες ἐκ τῶν χωρίων ποίμνας τε καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ προὐκαλοῦντο τοὺς ἄνδρας ἐπὶ ταῦτα· οἱ δʼ ἐξιόντες τούς τʼ ἀνθρώπους συνήρπαζον καὶ τὰ §9.20.2βοσκήματα περιήλαυνον.
随后,他们从那些地方放出一群群羊、牛和牧放的马群前去吃草,名义上是放牧,以此引诱男人们前来夺取;而后者一旦出击,便掳走牧人并赶走牲畜。
τοῦτο συνεχῶς οἱ Τυρρηνοὶ ποιοῦντες καὶ προαγόμενοι τοὺς πολεμίους ἀεὶ προσωτέρω τοῦ χάρακος, ἐπειδὴ διέφθειραν αὐτῶν τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς ταῖς συνεχέσιν ὠφελείαις δελεάσαντες, ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν χωρίων νύκτωρ, καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνονται σκοπιάς·
伊特鲁里亚人不断这样做,将敌人引诱到离营垒越来越远的地方。 当他们用源源不断的战利品诱惑敌人,从而摧毁了他们对安全的警惕心之后,便在夜间将伏兵部署在那些地方的要害处,而另一些人则占领了俯瞰平原的高处哨所。
τῇ δʼ ἑξῆς ἡμέρᾳ προπέμψαντες ὀλίγους τινὰς ἐνόπλους, ὡς δὴ φυλακῆς ἕνεκα τῶν νομέων, ἀφῆκαν ἐκ τῶν χωρίων πολλὰς ἀγέλας.
第二天,他们派出少数武装人员,假装是为了保护牧人,然后从那些地方放出了许多群牲畜。
§9.20.3ὡς δʼ ἀπηγγέλη τοῖς Φαβίοις, ὅτι τοὺς πλησίον ὑπερβαλόντες λόφους ἐν ὀλίγῳ δή τινι χρόνῳ μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν, καὶ τὴν φυλάττουσαν αὐτὰ χεῖρα οὐχ ἱκανήν, ἐξῆλθον ἐκ τοῦ φρουρίου φυλακὴν τὴν ἀρκοῦσαν ἐν αὐτῷ καταλιπόντες· καὶ διανύσαντες σπουδῇ καὶ μετὰ προθυμίας τὴν ὁδὸν ἐπιφαίνονται τοῖς φύλαξι τῶν βοσκημάτων συντεταγμένοι· κἀκεῖνοι οὐ δεξάμενοι αὐτοὺς ἔφευγον.
当法比乌斯家族得到报告,说只要越过附近的丘陵,在极短的时间内就会发现平原上满是各种牲畜,且看守它们的兵力不足时,他们便离开了要塞,在其中留下了足够的守卫力量;他们急切而热心地赶路,整队出现在牲畜看守人的面前;而后者没有迎战便逃跑了。
οἱ δὲ Φάβιοι, ὡς ἐν ἀσφαλεῖ δὴ ὄντες, τούς τε νομεῖς συνελάμβανον καὶ τὰ βοσκήματα περιήλαυνον.
于是法比乌斯家族以为已经安全,便逮捕了牧人并赶走牲畜。
§9.20.4ἐν δὲ τούτῳ οἱ Τυρρηνοὶ ἐκ τῆς ἐνέδρας ἀναστάντες κατὰ πολλὰ χωρία προσπίπτουσιν αὐτοῖς πανταχόθεν.
就在这时,伊特鲁里亚人从埋伏处跃起,在许多地方从四面八方向他们袭来。
καὶ οἱ μὲν πλείους τῶν Ῥωμαίων ἐσκεδασμένοι καὶ ἀλλήλοις ἀμύνειν οὐχ οἷοί τʼ ὄντες, ἐνταῦθʼ ἀπόλλυνται.
罗马人中的大多数因分散而无法互相救援,当场覆灭。
ὅσοι δʼ αὐτῶν συνεστηκότες ἦσαν προθυμούμενοί τι καταλαβέσθαι χωρίον ἀσφαλὲς καὶ πρὸς τὰ ὄρη σπεύδοντες εἰς ἕτερον ἐμπίπτουσι λόχον ἐν ὕλαις καὶ νάπαις ὑποκαθήμενον.
然而,他们中那些聚集在一起、渴望占据某个安全地点并向山区分头疾行的人,却陷入了潜伏在森林和山谷中的另一处埋伏。
καὶ γίνεται αὐτῶν μάχη καρτερὰ καὶ φόνος ἐξ ἑκατέρων πολύς.
双方展开了激烈的战斗,两军伤亡惨重。
ἀπεώσαντο δʼ οὖν καὶ τούτους ὅμως, καὶ πληρώσαντες τὴν φάραγγα νεκρῶν ἀνέδραμον ἐπὶ λόφον οὐ ῥᾴδιον ἁλῶναι· ἐν ᾧ τὴν ἐπιοῦσαν νύκτα ἄποροι τῶν ἀναγκαίων ηὐλίσαντο.
尽管如此,他们最终还是击退了这些人,在用尸体填满山谷之后,他们奔上了一座不易被攻占的山丘;在缺少生活必需品的情况下,他们在那里度过了接下来的夜晚。