Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.18.1-9.18.5

クレメラ砦の陥落とファビウス一族の全滅

687 / 962 箇所 · ギリシア語

要旨

新執政官の就任後、国内の混乱が収まり、ウォルスキ人とエトルリア人に対する出征が決定される。しかし、メネニウスの出撃準備が遅れる間に、クレメラの砦は敵に奪取され、ファビウス一族は全滅する。

§9.18.1μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος.
メタ δὲ τούτους(これらの人々の後に)、ガイウス・ホラティウスとティトゥス・メネニウスが、アテナイでファイドンがアルコンであったときに、ミュティレネのスカマンドロスがスタディオン競走で優勝した第76回オリンピアードにおいて、執政官職を引き継いだ。
τούτοις κατʼ ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δʼ ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε.
彼らにとって、初めのうちは、民衆が興奮し、公有地が分配されるまでは他のいかなる公務の遂行も許さなかったため、国内の騒乱が公務を行う妨げとなった。 しかし後になって、扇動され混乱していた者たちは必要性に屈して譲歩し、自発的に軍務へと赴いた。
§9.18.2Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα
というのも、和平に参加していなかったエトルリアの11の都市が共同の集会を開いて、共同の意向なしにローマ人との戦争を終結させたという理由でウェイイ人の民を非難し、彼らに二つのうちどちらか一方を行うよう求めたからである。
§9.18.3ἢ πολεμεῖν σφίσι μετʼ ἐκείνων.
すなわち、ローマ人との間で合意された事柄を破棄するかあるいは彼らとともにローマ人に対して戦争をするか、であった。
οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δʼ ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν.
ウェイイ人たちは和平については不可避の状況を言い訳にしたが、どのようにすればそれを体裁よく破棄できるかについて、共同で検討するために提出した。
ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπʼ αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τοῦ πολέμου.
そのとき、ある者が彼らに次のように提案した。 クレメラの要塞化とそこから守備兵が退去しないことを不満の口実として、まずは言葉のうえで彼らにその場所を去るよう要求し、もし説得できなければその砦を包囲し、これを戦争の端緒とする、というものであった。
§9.18.4ταῦτα συνθέμενοι ἀπηλλάττοντο ἐκ τοῦ συλλόγου·
これらのことに合意すると、彼らは集会から退散した。
καὶ μετʼ οὐ πολὺ Οὐιεντανοὶ μὲν ἀποστείλαντες πρεσβείαν ὡς τοὺς Φαβίους ἀπῄτουν παρʼ αὐτῶν τὸ φρούριον, Τυρρηνία δὲ πᾶσα ἦν ἐν τοῖς ὅπλοις.
そして間もなく、ウェイイ人たちは使節を派遣してファビウス一族に砦を明け渡すよう要求し、エトルリア全土が武装した。
ταῦτα Ῥωμαῖοι αἰσθόμενοι Φαβίων αὐτοῖς ἐπιστειλάντων ἔγνωσαν ἀμφοτέρους ἐκπορεύεσθαι τοὺς ὑπάτους ἐπὶ τὸν πόλεμον, τόν τʼ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα.
ローマ人たちは、ファビウス一族から手紙で知らされてこのことを察知し、エトルリアから自分たちに押し寄せている戦争と、いまだウォルスキ人との間で続いている戦争の両方に対して、両執政官が出征することを決定した。
§9.18.5Ὁράτιος μὲν οὖν ἄγων δύο τάγματα καὶ ἀπὸ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς ἐξήγαγε τὴν δύναμιν ἐπὶ Οὐολούσκους.
そこでホラティウスは、2つの軍団と他の同盟国からの十分な数の兵力を率いて、ウォルスキ人に対して軍勢を出撃させた。
Μενήνιος δὲ τοσαύτην στρατιὰν ἑτέραν ἄγων ἐπὶ Τυρρηνοὺς ἔμελλε ποιεῖσθαι τὴν ἔξοδον.
メネニウスは、それと同規模のもう一つの軍勢を率いて、エトルリア人に対して出発しようとしていた。
παρασκευαζομένου δʼ αὐτοῦ καὶ τρίβοντος τὸν χρόνον ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ὑπὸ τῶν πολεμίων, καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον.
しかし、彼が準備をして時間を浪費している間にクレメラの砦は敵によって一足早く奪取され、ファビウス一族は全員滅びてしまった。
περὶ δὲ τῆς κατασχούσης τοὺς ἄνδρας συμφορᾶς διττὸς φέρεται λόγος, ὁ μὲν ἧττον πιθανός, ὁ δὲ μᾶλλον τῆς ἀληθείας ἁπτόμενος.
その男たちを襲った悲劇については、二つの説が伝えられており、一方は信憑性が低く、他方はより真実に近い。
θήσω δʼ αὐτοὺς ἀμφοτέρους, ὡς παρέλαβον.
私は受け取った通りに、その両方を記述することにしよう。

語釈・文法注

  1. 9.18.1τούτοις — 与格 τούτοις は、動詞句 ἐμποδὼν ἐγένετο(「妨げとなった」)に係る影響・不利益を示す与格、あるいは不定詞 πράττειν(「行うこと」)の意味上の主語を示す。
  2. 9.18.1εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα — 主節の動詞 εἶξε(εἴκω「屈する」のアオリスト3人称単数)の主語は、実詞化された中性複数分詞である τὰ παρακινοῦντα καὶ ταραττόμενα(「動揺し混乱していた人々・事態」)である。中性複数の主語に対して動詞が単数形をとる古典ギリシア語の標準的な構文規則に基づいている。
  3. 9.18.3ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις — 中動相動詞 ὑποτίθεται は「ある者が(彼らに)提案する」の意。与格の分詞句 ἔγκλημα ποιησαμένοις(「〜を口実にして」)は間接目的語の αὐτοῖς に一致する。提案の内容は、続く不定詞句(ἀξιοῦν, πολιορκεῖν, ποιήσασθαι)によって記述されている。
  4. 9.18.4τόν τʼ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα — 対格の並列構造であり、前文の名詞 τὸν πόλεμον(「戦争」)を修飾している。「エトルリアから彼らにもたらされつつある(戦争)」と「ウォルスキ人といまだ継続している(戦争)」を、前置詞句と分詞によって対比的に限定している。
  5. 9.18.5ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ... καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον — 動詞 ἔφθη(φθάνω「〜より先に〜する」のアオリスト3人称単数)が、二つの分詞補語(ἐξαιρεθέν, ἀπολόμενον)を伴う構文。メネニウスが準備するよりも先に、砦が奪われ、一族が滅びたという事態の前後関係を強調する。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.18.1-9.18.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.18.1-9.18.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。