§9.19.1τινὲς μὲν οὖν φασιν, ὅτι θυσίας ἐπιστάσης πατρίου, ἣν ἔδει τὸ Φαβίων ἐπιτελέσαι γένος, οἱ μὲν ἄνδρες ἐξῆλθον ὀλίγους ἐπαγόμενοι πελάτας ἐπὶ τὰ ἱερά, καὶ προῄεσαν οὔτε διερευνώμενοι τὰς ὁδοὺς οὔθʼ ὑπὸ σημαίαις τεταγμένοι κατὰ λόχους, ῥᾳθύμως δὲ καὶ ἀφυλάκτως ὡς ἐν εἰρήνῃ τε καὶ διὰ φιλίας γῆς πορευόμενοι.
那么,有人说,因为临近了应当由法比乌斯家族履行的祖传祭祀,这些男子便带领着少数随从前往参加祭礼,他们既没有侦察道路,也没有在军旗下按连队整队,而是松懈且毫无防备地行进,仿佛是在和平时期,正穿过友好的土地一般。
§9.19.2οἱ δὲ Τυρρηνοὶ προεγνωκότες αὐτῶν τὴν ἔξοδον ἐλόχησαν τῆς ὁδοῦ χωρίον μέρει τῆς στρατιᾶς, τὴν δὲ λοιπὴν δύναμιν συντεταγμένην ἔχοντες οὐ πολλῷ ὕστερον ἠκολούθουν.
然而伊特鲁里亚人预先得知了他们的出发,用一部分军队在道路的某处设伏,而让其余的兵力保持整队,在后面不远处跟随。
ὡς δʼ ἐπλησίασαν οἱ Φάβιοι ταῖς ἐνέδραις, ἐξαναστάντες τοῦ λόχου οἱ Τυρρηνοὶ προσπίπτουσιν αὐτοῖς, οἱ μὲν κατὰ μέτωπον, οἱ δʼ ἐκ τῶν πλαγίων, καὶ μετʼ οὐ πολὺ ἡ τῶν ἄλλων Τυρρηνῶν δύναμις προσέβαλεν ἐκ τῶν κατόπιν· καὶ περιστάντες αὐτοῖς πανταχόθεν, οἱ μὲν σφενδόναις, οἱ δὲ τόξοις, οἱ δὲ σαυνίοις τε καὶ λόγχαις στοχαζόμενοι, τῷ πλήθει τῶν βελῶν ἅπαντας κατειργάσαντο.
当法比乌斯家族接近伏击圈时,伊特鲁里亚人从埋伏处一跃而起向他们袭来,有的从正面,有的从侧面,不久之后,其余的伊特鲁里亚军队也从后方发起了进攻;他们从四面八方将他们合围,有的用投石器,有的用弓箭,有的用投枪和长矛进行瞄准射击,以密集的投射兵器将所有人消灭。
§9.19.3οὗτος μὲν οὖν ἧττον ἔμοιγε πιθανὸς φαίνεται εἶναι λόγος.
因而,这个说法在我看来似乎较不可信。
οὔτε γὰρ εἰκὸς ἀπὸ στρατοπέδου θυσίας ἕνεκα τοὺς ὑπὸ ταῖς σημαίαις τοσούτους ἄνδρας εἰς τὴν πόλιν ἀναστρέφειν ἄνευ ψηφίσματος βουλῆς, δυναμένων τῶν ἱερουργιῶν καὶ διʼ ἑτέρων ἐπιτελεσθῆναι τῶν μετεχόντων μὲν τοῦ αὐτοῦ γένους, προβεβηκότων δὲ ταῖς ἡλικίαις·
因为,在没有元老院决议的情况下,如此多在军旗下的男子,为了祭祀而从军营返回城内,这本是不合情理的,毕竟这些祭礼也可以由属于同一家族、但年纪已长的其他人来履行。
οὔτʼ εἰ πάντες ἀπεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ μηδεμία μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ἐφεστίοις ὑπελείπετο, πάντας εἰκὸς ἦν τοὺς κατέχοντας τὸ φρούριον ἐκλιπεῖν αὐτοῦ τὴν φυλακήν· ἤρκουν γὰρ ἂν καὶ τρεῖς ἢ τέτταρες ἀφικόμενοι συντελέσαι περὶ τοῦ γένους ὅλου τὰ ἱερά.
或者,即使所有人都已经离开了城市,法比乌斯家族中没有任何一部分人留在家庭的炉灶旁,守卫要塞的所有人也不太可能放弃对它的防守;因为即使只有三四个人前往,也足以代表整个家族共同完成祭礼。
διὰ μὲν δὴ ταύτας τὰς αἰτίας οὐκ ἔδοξέ μοι πιστὸς εἶναι ὁ λόγος.
确实由于这些原因,这个说法在我看来并不可信。