§9.13.1ὁ δʼ ὕπατος ἐπειδὴ τὸ δεινὸν ἀπεώσατο, παρεβοήθει πάλιν τοῖς ἐν τῷ πεδίῳ.
一方、執政官は危機を撃退すると、平原にいる者たちを再び救援しに行った。
αὕτη μεγίστη λέγεται τῶν πρὸ αὐτῆς γενέσθαι Ῥωμαίοις μάχη, πλήθει τʼ ἀνθρώπων καὶ μήκει χρόνου καὶ τῷ ἀγχιστρόφῳ τῆς τύχης.
この戦闘は、人間の多さ、時間の長さ、そして運命の急激な変転の点において、それより前にローマ人に生じたものの中で最大のものであると言われている。
αὐτῶν μὲν γὰρ τῶν ἐκ τῆς πόλεως Ῥωμαίων ἡ κρατίστη τε καὶ ἐπίλεκτος ἀκμὴ δισμυρίων μάλιστα πεζῶν ἐγένετο, καὶ τῶν συντεταγμένων τοῖς τέτταρσι τάγμασιν ἱππέων ὁμοῦ τι χιλίων καὶ διακοσίων, ἀποίκων δὲ καὶ συμμάχων ἑτέρα τοσαύτη.
というのも、都市出身のローマ人自身については、最も強力で選り抜きの精鋭が、およそ二万人の歩兵、および四つの軍団に編成された一二〇〇人ほどの騎兵からなり、植民市の人々と同盟者からなる他の一隊も同数であったからである。
§9.13.2χρόνος δʼ ἐμηκύνθη τοῦ ἀγῶνος ὀλίγῳ πρότερον τῆς μεσημβρίας ἀρξάμενος μέχρι δύσεως ἡλίου.
戦闘の時間は、正午より少し前に始まり日の入りまで及んだため、長引いた。
τὰ δὲ τῆς τύχης μέχρι πολλοῦ τῇδε καὶ τῇδε νίκαις τε καὶ ἥτταις ταλαντευόμενα διέμεινεν·
また、運命の行方は、長い間、あちらこちらへと勝利と敗北の間で揺れ動き続けた。
ὑπάτου δὲ θάνατος ἐγένετο καὶ πρεσβευτοῦ δὶς ὑπατεύσαντος καὶ ἄλλων πολλῶν ἡγεμόνων καὶ ταξιάρχων καὶ λοχαγῶν, ὅσων οὐδέπω πρότερον.
そして、一人の執政官の死、二度執政官を務めた使節の死、および他の多くの指導者や百人隊長、歩兵隊長たちの、かつてないほど多くの死があった。
τὸ μέντοι κράτος τοῦ ἀγῶνος ἐδόκει περὶ τοὺς Ῥωμαίους γεγονέναι κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δὲ τῇ ἐπιούσῃ νυκτὶ καταλιπόντες τὸν χάρακα οἱ Τυρρηνοὶ ἀνέζευξαν.
しかしながら、戦闘の勝利は、他ならぬ理由からではなく、エトルリア人が翌夜に陣地を放棄して撤退したというその一点において、ローマ人のものとなったと思われた。
§9.13.3τῇ δʼ ἑξῆς ἡμέρᾳ πρὸς ἁρπαγὰς τῆς ἐκλειφθείσης ὑπὸ τῶν Τυρρηνῶν παρεμβολῆς οἱ Ῥωμαῖοι τραπόμενοι καὶ ταφὰς ποιησάμενοι τῶν σφετέρων νεκρῶν ἀπῆλθον εἰς τὸν ἑαυτῶν χάρακα.
翌日、ローマ人たちは、エトルリア人によって放棄された陣営の略奪に向かい、自軍の死者を埋葬した後、自分たちの陣地へと退却した。
ἐκεῖ δʼ ἐκκλησίαν ποιησάμενοι τοῖς ἀγωνισαμένοις λαμπρῶς τὰς ἀριστείους ἀπέδοσαν τιμάς, πρώτῳ μὲν Καίσωνι Φαβίῳ τῷ τοῦ ὑπάτου ἀδελφῷ μεγάλα καὶ θαυμαστὰ ἔργα ἀποδειξαμένῳ, δευτέρῳ δὲ τῷ Σικκίῳ, τῷ διαπραξαμένῳ τὸν χάρακα ἀνασώσασθαι, τρίτῳ δὲ Μάρκῳ Φλαβοληίῳ τῷ ἡγεμόνι τοῦ τάγματος, τοῦ θʼ ὅρκου χάριν καὶ τῆς παρὰ τὰ §9.13.4δεινὰ ῥώμης.
そこで集会を開き、目覚ましく戦った者たちに勲功の栄誉を授けた。 第一には、偉大で驚くべき働きを示した、執政官の兄弟であるカエソ・ファビウスに、第二には、陣地の奪還を成し遂げたシッキウスに、第三には、誓いへの忠実さと、危機の際に見せたじょうぶさのために、軍団の指揮官マルクス・フラボレリウスに。
διαπραξάμενοι δὲ ταῦτα καὶ μείναντες ἡμέρας ὀλίγας ἐπὶ τοῦ χάρακος, ὡς οὐδεὶς ἀντεπεξῄει τῶν πολεμίων μαχησόμενος, ἀπῄεσαν ἐπʼ οἴκου.
これらのことを行い、陣地に数日間とどまった後、敵の中で闘うために立ち向かってくる者が誰もいなかったので、彼らは家路についた。
πάντων δὲ τῶν κατὰ τὴν πόλιν, ὡς ἐπὶ μεγίστῳ ἀγῶνι κάλλιστον τέλος εἰληφότι, τὴν ἐπινίκιον τιμὴν τοῦ θριάμβου τῷ περιόντι ὑπάτῳ προσθεῖναι βουλομένων, ἠρνήσατο τὴν χάριν αὐτῶν ὁ ὕπατος, οὔτε ὅσιον εἶναι λέγων οὔτε θεμιτὸν ἐπʼ ἀδελφοῦ θανάτῳ καὶ συνάρχοντος ἀποβολῇ πομπεύειν καὶ στεφανηφορεῖν·
市内のすべての人が、最大の戦いが最も素晴らしい結末を迎えたとして、生き残った執政官に凱旋式の戦勝の栄誉を与えたいと望んだが、執政官はその好意を拒み、兄弟の死と同僚を失ったことに対して、行進し花冠を被ることは神聖でもなく許されることでもないと述べた。
ἀποθεὶς δὲ τὰς σημαίας καὶ τοὺς στρατιώτας ἀπολύσας ἐπὶ τὰ οἰκεῖα τὴν ὑπατείαν ἀπωμόσατο, δυεῖν ἔτι μηνῶν εἰς τὸν ἐνιαύσιον χρόνον λειπομένων, ἀδύνατος, ὢν τὰ τῆς ἀρχῆς ἔτι πράττειν.
そして、軍旗を降ろし、兵士たちを我が家へと解散させると、執政官の任期を辞任した。 一年の任期にはまだ二ヶ月が残されていたが、職務をこれ以上遂行することができなかったからである。
ἐταλαιπώρει γὰρ ὑπὸ τραύματος ἐξαισίου καὶ ἦν κλινοπετής.
というのも、彼はひどい傷のために苦しんでおり、寝たきりであったからである。