Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.12.1-9.12.6

エトルリア軍の陣地急襲とシッキウスによる奪還

681 / 962 箇所 · ギリシア語

要旨

エトルリア軍はローマ軍のもう一つの陣地を急襲して占領したが、略奪に溺れた。これを聞いたもう一人の執政官が精鋭を率いて救援に赴き、シッキウスの機転により陣地の奪還に成功した。

§9.12.1ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο, οἱ τὸν χάρακα τὸν ἐκλειφθέντα ὑπὸ τοῦ Μαλλίου καταλαβόμενοι Τυρρηνοὶ συνθήματος ἀρθέντος ἀπὸ τοῦ στρατηγίου σὺν τάχει πολλῷ καὶ προθυμίᾳ μεγάλῃ χωροῦντες ἐπὶ τὸν ἕτερον ἠπείγοντο τῶν Ῥωμαίων χάρακα, ὡς οὐκ ἀξιοχρέῳ δυνάμει φυλαττόμενον.
一方、これらが行われている間に、マッリウスによって放棄された陣地を占領していたエトルリア人たちは、将軍の天幕から合図が掲げられると、多大なる迅速さと大いなる熱意を以て進み、ローマ人のもう一方の陣地へと急いだ。 そこが十分な兵力によっては守られていないと考えたからである。
καὶ ἦν ἡ δόξα αὐτῶν ἀληθής.
そして彼らの予想は正しかった。
ἔξω γὰρ τῶν τριαρίων καὶ ὀλίγων ἄλλων τῶν ἐν ἀκμῇ τὸ λοιπὸν πλῆθος ἐμπόρων τε καὶ θεραπόντων καὶ χειροτεχνῶν ἦν ἐν αὐτῷ·
というのも、トリアリイ(第三線兵)や、他の壮年の少数の者たちを除けば、その中の残りの大勢は、商人や従僕、職人たちであったからである。
γίνεταί τε πολλῶν εἰς ὀλίγον συνελασθέντων χωρίον·
そして多くの者が狭い場所に押し込められたために[激しい戦いが起こった]。
περὶ γὰρ. ταῖς πύλαις ὁ ἀγὼν ἦν·
というのも、闘いは門の周辺であったからである。
ὀξεῖα καὶ χαλεπὴ μάχη, καὶ νεκροὶ παρʼ ἀμφοτέρων πολλοί.
激しくかつ困難な戦いであり、双方に多くの死者が出た。
§9.12.2ἐν τούτῳ τῷ ἔργῳ ὅ τε ὕπατος ἐκβοηθῶν ἅμα τοῖς ἱππεῦσιν, ἐπειδὴ ὁ ἵππος ἔπεσε συγκατενεχθεὶς καὶ ἀδύνατος ὢν ἀναστῆναι ὑπὸ πλήθους τραυμάτων, ἀποθνήσκει καὶ πολλοὶ καὶ ἀγαθοὶ περὶ αὐτὸν ἄλλοι νέοι.
この戦闘において、執政官は騎兵とともに救援に駆けつけたが、彼の馬が多くの傷を負って彼と共に倒れ、立ち上がることができなくなったため戦死し、彼の周囲の他の多くの優れた若者たちも戦死した。
μετὰ δὲ τὸ πάθος τοῦτʼ εὐθὺς ὁ χάραξ ἡλίσκετο, καὶ τέλος εἶχε τοῖς Τυρρηνοῖς τὰ
この惨事の直後に、陣地はたちまち攻略され、エトルリア人たちにとって予言が成就することとなった。
§9.12.3μαντεύματα εἰ μὲν οὖν ἐταμιεύσαντο τὴν παροῦσαν εὐτυχίαν καὶ διὰ φυλακῆς ἔσχον τὸν χάρακα, τάς τʼ ἀποσκευὰς τῶν Ῥωμαίων κατέσχον καὶ αὐτοὺς αἰσχρῶς ἀπελθεῖν ἠνάγκασαν·
もし彼らがこの目の前の幸運を慎重に管理し、陣地を守り通していたならば、彼らはローマ人の荷物を確保し、彼らを不名誉な形で退却せざるを得なくしていただろう。
νῦν δὲ πρὸς ἁρπαγὴν τῶν ἀπολειφθέντων τραπόμενοι καὶ ἀναψύχοντες τὸ λοιπὸν οἱ πλείους καλὴν ἄγραν ἐκ τῶν χειρῶν ἀφῃρέθησαν.
しかし実際には、残された物品の略奪に走り、その大部分が残りの時間を休息に充てたため、彼らは見事な獲物をその手から奪われることとなった。
ὡς γὰρ ἀπηγγέλθη θατέρῳ τῶν ὑπάτων ἡ τοῦ χάρακος ἅλωσις, ἠπείγετο σὺν τοῖς ἀρίστοις ἱππέων τε καὶ πεζῶν.
というのも、もう一人の執政官に陣地の陥落が報ぜられると、彼は騎兵と歩兵の精鋭とともに急行したからである。
§9.12.4καὶ οἱ Τυρρηνοὶ μαθόντες αὐτὸν ἐπιόντα περιεστεφάνωσαν τὸν χάρακα, μάχη τʼ αὐτῶν γίνεται καρτερὰ τῶν μὲν ἀνασώσασθαι βουλομένων τὰ σφέτερα, τῶν δέ, μὴ πασσυδὶ διαφθαρῶσιν ἁλόντος τοῦ χάρακος, δεδοικότων.
エトルリア人たちは彼が近づいていることを知ると、陣地を包囲し、彼らの間で激しい戦闘が起こった。 一方(ローマ人)は自分たちの物を取り戻そうと望み、他方(エトルリア人)は、陣地が占領されれば自分たちがことごとく滅ぼされるのではないかと恐れていたのである。
χρόνου δὲ γινομένου πλείονος καὶ τῶν Τυρρηνῶν πολλὰ πλεονεκτούντων — ἦν γὰρ αὐτοῖς ἐξ ὑπερδεξίων τε χωρίων καὶ πρὸς ἀνθρώπους διʼ ἡμέρας ὅλης κεκμηκότας ἡ μάχη — Τῖτος Σίκκιος ὁ πρεσβευτὴς καὶ ἀντιστράτηγος, κοινωσάμενος τῷ ὑπάτῳ τὴν αὑτοῦ διάνοιαν τὸ ἀνακλητικὸν ἐκέλευε σημαίνειν, καὶ §9.12.5καθʼ ἓν ἅπαντας γενομένους μιᾷ προσβάλλειν πλευρᾷ τοῦ χάρακος, καθʼ ὃ μάλιστα τὸ χωρίον ἦν ἐπιμαχώτατον·
かなりの時間が経過し、エトルリア人が多くの点で優勢であったが――というのも、彼らにとって戦闘は高地からのものであり、また一日中疲れ切っていた人々を相手にするものであったからである――使節にして副将であるティトゥス・シッキウスは、執政官に自らの意図を打ち明けて、退却の合図を鳴らすよう命じ、全員が一体となって、陣地の片側、そこが最も攻めやすい場所であったのだが、そこに攻撃を仕掛けるよう[命じた]。
τὰ δὲ κατὰ τὰς πύλας εἴασε μέρη κατά τινα εἰκότα λογισμόν, ὃς οὐκ ἐψεύσατο αὐτόν, ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος, ἐν ἀπογνώσει δὲ τούτου γενόμενοι κυκλώσεώς τε πάντοθεν ὑπὸ τῶν πολεμίων γενομένης καὶ οὐδεμιᾶς ὑπαρχούσης ἐξόδου ἀναγκαῖον ἕξουσι τὸ εὔτολμον.
他方、門の付近の部分はそのままにしておいたが、それはある合理的な計算によるものであり、その計算は彼を裏切らなかった。 すなわち、エトルリア人たちは助かる見込みがあると望めば陣地を手放すだろうが、もしこれに絶望し、敵によって四方から包囲され、出口が全く存在しないとなれば、必然的に捨て身の勇気を持つことになるだろう、ということである。
§9.12.6γενομένης δὲ καθʼ ἓν χωρίον τῆς προσβολῆς οὐκέτι πρὸς ἀλκὴν οἱ Τυρρηνοὶ ἐτράποντο, ἀλλʼ ἀνοίξαντες τὰς πύλας ἐπὶ τὸν ἑαυτῶν ἀνεσώζοντο χάρακα.
そして一箇所において攻撃が行われると、エトルリア人たちはもはや防御へと向かわず、門を開けて、自分たちの陣地へと退却していった。

語釈・文法注

  1. 1769ὡς οὐκ ἀξιοχρέῳ δυνάμει φυλαττόμενον — ὡς + 分詞(φυλαττόμενον)は、行為者の主観的な理由や意図を表す。分詞は先行する男性単数対格の名詞 τὸν ἕτερον ... χάρακα に一致している。
  2. 1770ἐταμιεύσαντο ... κατέσχον καὶ ... ἠνάγκασαν — 過去の事実と反対の仮定を表す条件文(εἰ + 直説法過去)であるが、帰結節(κατέσχον, ἠνάγκασαν)に小辞 ἄν が欠けている。これにより、仮定された結果が歴史的事実としていかに確実かつ目前に迫っていたかが強調されている。
  3. 1771ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος — ὅτι 節は、直前の名詞 λογισμόν(計算、推測)の内容を具体的に説明する同格節(解説節)として機能している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.12.1-9.12.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.12.1-9.12.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。