Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.14.1-9.14.8

ウェルギニウスの危機とファビウスの救援

683 / 962 箇所 · ギリシア語

要旨

新たに選出された執政官カエソ・ファビウスとティトゥス・ウェルギニウスは、それぞれアイクィ人とウェイイ人との戦いに出征する。ウェルギニウス率いるローマ軍はウェイイ人に包囲され危機に陥るが、ファビウスの迅速な救援により救われ、反撃を行うも、解散後の隙を突かれ再びウェイイ人の急襲を受ける。

§9.14.1ἑλομένης δὲ τῆς βουλῆς μεσοβασιλεῖς τῶν ἀρχαιρεσίων ἕνεκα, καὶ τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος εἰς τὸ πεδίον τοὺς λόχους, ἀποδείκνυται Καίσων Φάβιος ὁ τὰ ἀριστεῖα λαβὼν ἐκ τῆς μάχης, ἀδελφὸς δὲ τοῦ τὴν ἀρχὴν ἀποθεμένου, τὸ τρίτον ὕπατος καὶ σὺν αὐτῷ Τῖτος Οὐεργίνιος.
元老院が選挙のためにインターレクスを選び、第二のインターレクスが百人隊を平原に召集すると、あの戦闘で勲功の誉れを得た者であり、職務を辞した者の兄弟であるカエソ・ファビウスが、三度目の執政官として選出され、彼とともにティトゥス・ウェルギニウスも選ばれた。
οὗτοι διαλαχόντες τὰς δυνάμεις ἐξῄεσαν εἰς τὴν ὕπαιθρον·
彼らは軍勢を分配すると、任地へと出立した。
§9.14.2Φάβιος μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς.
ファビウスは、ラティウム人の領地を略奪していたアイクィ人と戦うために、ウェルギニウスはウェイイ人と戦うために出発した。
Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπʼ αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις·
そこでアイクィ人は、自らに向かって軍勢が進軍してくるのを知ると、敵地から立ち去って大急ぎで自分たちの都市へと退却した。
καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ἄλλης λείας ἐξ ἐφόδου.
そしてその後は、自らの土地が略奪されるのを耐え忍んだため、執政官は最初の襲撃から多くの財産、奴隷、その他の戦利品を手に入れることとなった。
Οὐιεντανοὶ δὲ κατʼ ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς ἁρπαγὴν τετραμμένοις τῆς λείας.
一方、ウェイイ人は、最初は壁の内側にとどまっていたが、適切な機会を得たと考えたとき、平原に散らばって戦利品の略奪に夢中になっていた敵を襲撃した。
§9.14.3ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δʼ εἰς φυγὴν τρέπουσι·
彼らは、大きくて統制のとれた軍勢を率いてローマ兵に突撃し、戦利品を奪い、向かってくる者たちのうち、ある者を殺し、ある者を敗走させた。
καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότʼ ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν.
そして、もし当時使節であったティトゥス・シッキウスが、歩兵と騎兵の整然とした部隊を率いて救援に赴き、彼らを引き留めなかったならば、全軍が滅びるのを妨げるものは何もなかったであろう。
ἐκείνου δʼ ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθʼ ἕνα διεσκεδασμένοι·
彼が立ちふさがって防いだので、一人ずつ散り散りになっていた残りの者たちは、先んじて合流することができた。
πάντες δʼ ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν τούτῳ ἔμειναν.
全員が同じ場所に集まると、夕暮れ遅くに、ある丘を占領し、その夜はそこにとどまった。
§9.14.4ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα.
ウェイイ人はこの成功に気をよくし、丘の近くに陣を構えると、都市から人々を呼び寄せた。
γίνεταί τʼ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τʼ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους·
ローマ人を、いかなる生活必需品も得られないような場所に閉じ込め、間もなく武器を明け渡すよう強制するつもりであると言って。
καὶ πάντα ἦν μεστὰ
そして、彼らの大群がやって来た結果、丘の攻撃されやすい側面に二つの陣営が、そしてそれほど重要でない場所には多くの他の小さな砦が作られた。
§9.14.5ὅπλων.
これらはすべて武器で満ちていた。
ὁ δʼ ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει·
もう一人の執政官ファビウスは、同僚から届いた書状によって、丘に閉じ込められた者たちが極限状態にあり、誰かが救援しなければ飢えによって屈服する危険があるということを知ると、軍勢を動かして迅速にウェイイ人のもとへと率いた。
καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ στρατιὰν κατέλαβε.
そして、もし彼が道中を一日遅れて進んでいたら、何の役にも立たず、そこの軍勢が全滅しているのを見出すことになったであろう。
πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ
なぜなら、必需品の不足に苦しんでいた丘の占領者たちは、最も名誉ある死を選ぼうとして出撃し、敵と交戦して戦っていたが、その大半は飢えと渇き、不眠、およびその他の苦痛によって身体が疲れ果てていたからである。
§9.14.6ἄλλῃ κακώσει. μετʼ οὐ πολὺ δʼ ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις·
まもなく、ファビウスの軍勢が、大きく統制のとれた状態で近づいてくるのが見えたとき、味方には勇気をもたらし、敵には恐怖をもたらした。
καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας.
そしてエトルリア人は、良好で疲労のない軍勢に対して戦闘に突入するだけの十分な戦闘力がないと考え、陣地を放棄して立ち去った。
ὡς δʼ εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν.
ローマ人の両方の軍勢が同じ場所に合流すると、彼らは都市の近くの安全な場所に大きな陣営を築き、そこに何日もとどまってウェイイ人の最良の土地を略奪した後、軍勢を家路につかせた。
§9.14.7ὡς δʼ ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τʼ αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά.
しかし、ウェイイ人はローマの軍勢が軍旗から解散されたことを知ると、自分たちが編成していた軽装の若者たちと、近隣住民から提供された者たちを引き連れて、自分たちの土地に隣接する平原に侵入し、作物や家畜、人間で満ちていた場所を略奪した。
κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι.
なぜなら、農民たちは家畜の飼料のため、また農作業のために、前方で守ってくれている自軍を信頼して、砦から降りてきていたからである。 そして、これほどの打撃を受けたウェイイ人が敵に対してこれほど迅速な反撃を行うとは予想していなかったので、軍が去った後に再び荷物をまとめて避難することが間に合わなかったのである。
§9.14.8αὕτη χρόνου μὲν μήκει βραχεῖα ἐγένετο ἡ τῶν Οὐιεντανῶν εἰς τὴν Ῥωμαίων γῆν ἐμβολή, πλήθει δὲ χώρας, ἣν ἐπῆλθον, ἐν τοῖς πάνυ μεγάλη, καὶ ἀχθηδόνα σὺν αἰσχύνῃ Ῥωμαίοις ἀήθη παρέσχεν ἄχρι Τιβέριός τε ποταμοῦ καὶ ὄρους Ἰανίκλου στάδια τῆς Ῥώμης οὐδʼ εἴκοσιν ἀφεστῶτος ἀφικομένη.
このウェイイ人のローマ領内への侵入は、時間の長さにおいては短かったが、侵入した土地の広さにおいては非常に大きく、テヴェレ川や、ローマから二十スタディオンも離れていないヤニクルムの丘にまで達したため、ローマ人に不慣れな苦痛と不名誉をもたらした。
κωλύσουσα γὰρ δύναμις ἐπὶ πλεῖον χωρεῖν τὰ πολέμια οὐκ ἦν ὑπὸ σημαίαις.
なぜなら、敵がそれ以上進むのを防ぐような、軍旗のもとに統制された軍勢がなかったからである。
ἔφθασε γοῦν τὸ τῶν Οὐιεντανῶν στράτευμα πρὶν ἢ συνελθεῖν τε καὶ λοχισθῆναι τοὺς Ῥωμαίους ἀπελθόν.
実際、ウェイイ人の軍勢は、ローマ人が再集結して百人隊に編成されるよりも前に、立ち去ることに成功した。

語釈・文法注

  1. 9.14.1ἑλομένης δὲ τῆς βουλῆς — 独立属格であり、後続する `τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος` も同様である。これらは主節の動詞 `ἀποδείκνυται` に対する時間的・前提的な状況を示している。
  2. 9.14.3εἰ μὴ ... ἐπέσχεν ... οὐδὲν ἂν τὸ κωλῦσον ἦν — 過去における反実仮想の条件文。条件節(直説法過去 `ἐπέσχεν`)と帰結節(直説法未完了過去 `ἦν` + `ἄν`)の形式を取る。`τὸ κωλῦσον` は分詞の冠詞付き名詞化で「防ぐもの」の意味であり、`ἀπολέσθαι`(不定詞)を補語に取っている。
  3. 9.14.5εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε ... οὐδὲν ἂν ὤνησεν ... κατέλαβε — これも過去の反実仮想条件文である。条件節は `εἰ ... διήνυσε`(直説法アオリスト)。帰結節の `ὤνησεν`(直説法アオリスト)には `ἄν` が伴い、コンマの後の `κατέλαβε` は事実の帰結(または `ἄν` を共有)として機能している。
  4. 9.14.7οὐ φθάσαντες ... ἀνασκευάσασθαι — 動詞 `φθάνω` が不定詞 `ἀνασκευάσασθαι` を伴って「〜するのに先んじる」「間に合って〜する」という意味を表す。否定の `οὐ` があるため「軍が去った後、再び避難する(荷をまとめる)のが間に合わなかった」となる。`ἀπελθούσης` はローマ軍の撤退を指す、名詞省略の独立属格である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.14.1-9.14.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.14.1-9.14.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。