Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.90.1-8.90.6

間王の選出と執政官選挙の妥協的決着

668 / 962 箇所 · ギリシア語

要旨

選挙の時期になり、パトリキと平民の対立から政務官の権限が麻痺するが、元老院は独裁官の擁立ではなく間王の選出という穏健策を採り、最終的にアトラティヌスとラルキウスの二人の間王を経て、妥協の形で二人の執政官が選出される。

§8.90.1ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν.
さて、選挙の時期が訪れ、執政官たちが帰還すると、指導権を引き継ぐことになる男たちをめぐって、平民とパトリキの間で激しい熱意と対抗の陣形が生じた。
ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν·
というのも、彼らパトリキは、若手の中から活動的で最も平民寄りでない者たちを執政官職へと推し進めたいと望んだからである。
καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπʼ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθʼ ἡλικίαν δυνάμενος·
そして、彼らに促されてその職を求めたのは、平民にとって最も敵対的であると思われていたアッピウス・クラウディウスの息子であり、彼は傲慢と大胆さに満ち、同世代の誰よりも多くの仲間やクリエンテスに強い影響力を持っていた。
ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους.
これに対して平民は、長老たちや、すでにその公正さの証拠を示した者たちの中から、共同の利益に配慮するであろう者たちの名を挙げ、執政官にすることを要求した。
αἵ τʼ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας.
こうして諸政務官は分裂し、互いの権限を無効にし合っていた。
§8.90.2ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δʼ αὖ πάλιν ἐκεῖνοι καλοῖεν ὡς ἀρχαιρεσιάσοντα τὸν δῆμον, οὐκ ἐπέτρεπον οἱ ὕπατοι τὴν ἐξουσίαν ἔχοντες τοῦ συγκαλεῖν τοὺς λόχους καὶ τὰς ψήφους ἀναδιδόναι.
というのも、執政官たちが執政官職を求める者たちを指名するために民衆を召集するときはいつでも、阻止する権能を持つ護民官たちが選挙民会を解散させ、逆に、彼ら護民官が選挙を行わせるために平民を召集するときはいつでも、センツリア(兵団)を召集し投票用紙を配る権限を持つ執政官たちが、それを許さなかったからである。
κατηγορίαι τʼ ἀλλήλων ἐγίνοντο καὶ συνεχεῖς ἁψιμαχίαι καθʼ ἑταιρίας συνισταμένων, ὥστε καὶ πληγὰς ἀλλήλοις διδόναι τινὰς ὑπʼ ὀργῆς, καὶ οὐ μακρὰν ἀποσχεῖν τὴν στάσιν τῶν ὅπλων.
互いへの非難がなされ、結党した者たちによる絶え間ない小競り合いが起こり、怒りのあまり互いに暴行を加える者たちも現れ、内紛が武器による争いに至るのも時間の問題であった。
§8.90.3ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτʼ εἶξαι βουλομένη.
これを知った元老院は、事態に対してどう対処すべきか、長い時間をかけて検討した。 平民を強制することもできず、さりとて屈することも望まなかったからである。
ἦν δʼ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι·
より強硬な意見は、選挙のために、最も優秀であると彼らが考える人物を独裁官に選出することであった。
τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς.
そして、権力を握ったその独裁官が、扇動者たちを市外へと追放し、以前の政務官たちによって何らかの誤りが犯されていたならばそれを是正し、国政の秩序を自らの望む形に整えた上で、最も優秀な男たちに政務官職を引き渡すというものであった。
§8.90.4ἡ δʼ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο.
これに対し、より穏健な意見は、最長老で最も尊敬される者たちの中から間王を選出し、彼らが、最も優れた政務官が選ばれるよう、かつて王たちが絶えた際に行われたのと同じ方法で、選挙の諸事を管理することであった。
ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος·
多数の者がこの意見に賛同したため、彼らによってアウルス・センプロニウス・アトラティヌスが間王に指名された。
§8.90.5αἱ δʼ ἄλλαι κατελύθησαν ἀρχαί.
そして他の政務官職は停止された。
οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον.
彼は、許された日数にわたり市を混乱なく管理した後、彼らの慣習通りに、次の間王としてスポリウス・ラルキウスを指名した。
κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν καὶ τὰς ψήφους κατὰ τὰ τιμήματα ἀναδούς, ἐκ τῆς ἀμφοτέρων εὐδοκήσεως ἀποδείκνυσιν ὑπάτους, Γάϊον Ἰούλιον, τὸν ἐπικαλούμενον Ἴουλον, ἐκ τῶν φιλοδήμων, καὶ Κόιντον Φάβιον Καίσωνος υἱὸν τὸ δεύτερον ἐκ τῶν ἀριστοκρατικῶν.
そして彼ラルキウスは、兵団民会を召集し、財産額に応じて投票を行わせ、双方の合意のもと、平民派からはユルスとあだ名されるガイウス・ユリウスを、貴族派からはケソの息子クイントゥス・ファビウスを二度目の執政官として指名した。
§8.90.6καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος·
平民は、彼ファビウスの以前の執政官期から何の被害も被っていなかったため、彼がこの権力を二度目として得ることを容認した。 というのも、彼らはアッピウスを憎んでおり、彼が辱められたように思われたことを非常に喜んでいたからである。
τοῖς δʼ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας.
一方、支配層にとっては、活動的な男で、平民に対して少しも妥協しないような人物が執政官に就くことを実現させたため、この紛争は彼らの望み通りに進んだように思われた。

語釈・文法注

  1. 8.90.2ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν ... ὁπότε δʼ αὖ πάλιν ἐκεῖνοι καλοῖεν — 関係節・副詞節における optative (希求法) は、過去における一般的・反復的な行為を示す(過去の反復希求法)。「〜するときはいつでも」という意味になり、主節の未完了過去(διέλυον, οὐκ ἐπέτρεπον)と呼応している。
  2. 8.90.3τὸν δὲ λαβόντα τὴν ἐξουσίαν — 元老院の強硬意見(γνώμη)の内容を説明する、一連の対格不定詞句(ἐξελεῖν, ἐπανορθώσασθαι, ἀποδοῦναι)における意味上の主語。前に置かれた δικτάτορα (独裁官) を受けて「そのようにして権力を手に入れた彼(独裁官)が…」と展開している。
  3. 8.90.6τοῖς δʼ ἐν τέλει διαπεπραγμένοις — διαπεπραγμένοις は中動相の完了分詞与格で、τοῖς ἐν τέλει(支配層、権力者たち)にかかる。意味上の目的語は、その後に続く対格不定詞句 δραστήριον ἄνδρα ... παρελθεῖν であり、「活動的な男が執政官に就くことを実現させた支配層にとっては」と解釈される。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.90.1-8.90.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.90.1-8.90.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。