Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.90.1-8.90.6

间王的任命与执政官选举的妥协

第 668 段,共 962 段 · 希腊语

内容简介

在选举时期,贵族与平民的冲突导致官职权力瘫痪,但元老院采取了选出间王而非独裁官的温和方案,最终在阿特拉蒂努斯和拉尔基乌斯两位间王主持下,妥协地选出了两位执政官。

§8.90.1ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν.
当选举的时期临近,执政官们返回时,平民与贵族之间就谁来接掌国家领导权展开了激烈的争夺和对峙。
ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν· καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπʼ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθʼ ἡλικίαν δυνάμενος·
因为贵族们希望从年轻一代中推举那些积极行动且最不倾向平民的人担任执政官;在他们的唆使下,被认为是平民最凶恶敌人的阿皮乌斯·克劳狄乌斯的儿子出来竞选这一官职,此人傲慢且大胆,在同龄人中对党羽和门客的影响力最大。
ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους.
而平民则提名那些年长且已证明其温和公正、会关怀公共利益的人,要求任命他们为执政官。
αἵ τʼ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας.
官员们因而分裂,并互相取消对方的权力。
§8.90.2ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δʼ αὖ πάλιν ἐκεῖνοι καλοῖεν ὡς ἀρχαιρεσιάσοντα τὸν δῆμον, οὐκ ἐπέτρεπον οἱ ὕπατοι τὴν ἐξουσίαν ἔχοντες τοῦ συγκαλεῖν τοὺς λόχους καὶ τὰς ψήφους ἀναδιδόναι.
因为每当执政官召集民众以宣布竞选执政官的候选人时,拥有阻止权的护民官们就会解散选举大会;而每当后者再次召集平民进行选举时,拥有召集百人队并分发选票权力的执政官们又不同意。
κατηγορίαι τʼ ἀλλήλων ἐγίνοντο καὶ συνεχεῖς ἁψιμαχίαι καθʼ ἑταιρίας συνισταμένων, ὥστε καὶ πληγὰς ἀλλήλοις διδόναι τινὰς ὑπʼ ὀργῆς, καὶ οὐ μακρὰν ἀποσχεῖν τὴν στάσιν τῶν ὅπλων.
双方互相指责,结党者之间冲突不断,以至于有人在愤怒中甚至互相殴打,内讧距离诉诸武力已相差无几。
§8.90.3ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτʼ εἶξαι βουλομένη.
元老院得知此事后,苦思了很久该如何处理这一局面,他们既无力强迫平民,又不愿屈服。
ἦν δʼ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι· τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς.
较为强硬的意见是为选举而选出一位他们认为最优秀的人担任独裁官;由这位获得权力的人将那些煽动叛乱者清除出城,纠正以前官员所犯的任何错误,并在按照自己的意愿确立宪政秩序后,将官职移交给最优秀的人。
§8.90.4ἡ δʼ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο.
而较为温和的意见是从最年长和最受尊敬的人中选出间王,由他们负责管理选举事宜,以确保选出最优秀的官员,其方式与过去国王去世时所采取的方式相同。
ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος·
由于大多数人赞同这一意见,奥卢斯·塞姆普罗尼乌斯·阿特拉蒂努斯被他们任命为间王。
§8.90.5αἱ δʼ ἄλλαι κατελύθησαν ἀρχαί.
其他官职随即停止。
οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον.
他在法定的天数内无动乱地管理了城市,然后按照他们的习俗,指定了另一位间王斯普里乌斯·拉尔基乌斯。
κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν καὶ τὰς ψήφους κατὰ τὰ τιμήματα ἀναδούς, ἐκ τῆς ἀμφοτέρων εὐδοκήσεως ἀποδείκνυσιν ὑπάτους, Γάϊον Ἰούλιον, τὸν ἐπικαλούμενον Ἴουλον, ἐκ τῶν φιλοδήμων, καὶ Κόιντον Φάβιον Καίσωνος υἱὸν τὸ δεύτερον ἐκ τῶν ἀριστοκρατικῶν.
后者召集了百人队会议,并按照财产等级分发选票,在双方同意的情况下,指定平民派中被称为尤鲁斯的盖乌斯·尤利乌斯,以及贵族派中凯索之子昆图斯·法比乌斯(第二次)为执政官。
§8.90.6καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος· τοῖς δʼ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας.
平民因未在法比乌斯前一次执政官任期中遭受任何损失,故容许他第二次获得这一权力,因为他们憎恨阿皮乌斯,并且因后者似乎蒙受耻辱而感到非常高兴;而对掌权者来说,由于他们设法让一位积极且绝不会对平民做出软弱让步的男子出任执政官,这场分裂的结局似乎已完全符合他们的心愿。

词汇与语法注释

  1. 8.90.2ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν ... ὁπότε δʼ αὖ πάλιν ἐκεῖνοι καλοῖεν — 时间从句中的希求语气(καλοῖεν)表示过去发生的习惯性或反复性动作(过去反复希求语气),与主句的未完成过去时指示语气(διέλυον, οὐκ ἐπέτρεπον)呼应,意为“每当他们召集……时”。
  2. 8.90.3τὸν δὲ λαβόντα τὴν ἐξουσίαν — 此对格分词充当后续一系列不定式(ἐξελεῖν, ἐπανορθώσασθαι, ἀποδοῦναι)的逻辑主语,用以解释强硬派主张(γνώμη)的具体内容,指代前面提到的独裁官(δικτάτορα)。
  3. 8.90.6τοῖς δʼ ἐν τέλει διαπεπραγμένοις — 该完成时中动分词与格(διαπεπραγμένοις)修饰 τοῖς ἐν τέλει(掌权者),在此作中动意(“促成、实现”)。其逻辑宾语是随后的对格不定式结构(δραστήριον ἄνδρα ... παρελθεῖν),意为“对于那些促成了让一位积极的男子出任执政官的掌权者而言”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.90.1-8.90.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.90.1-8.90.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。