§8.89.1ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρʼ ἑαυτὸν μόνον τιθεμένου·
ローマ人たちも出陣して陣を整えると、騎兵、歩兵、軽装兵のすべてが、等しい熱意と経験を発揮し、勝利を得ることはただ自分自身にかかっていると考えたため、激しい戦いが始まった。
§8.89.2ὡς δὲ νεκροί τʼ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δʼ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς διʼ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρʼ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλʼ ἀγαπητῶς ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας·
しかし、両軍の多くの死者が自らの配置された場所に倒れて横たわり、半死半生の者はさらに多く、戦闘と危難の中にいまだ留まっている者はわずかとなり、しかも彼らも戦争の任務を果たすことができなくなっていた。 すなわち、多くの矢が防具に突き刺さったために左手が重くなって攻撃に持ちこたえられなくなり、短剣の刃先は曲がり、中には完全に折れてしまってもはや使えないものもあり、また、一日中戦い続けた彼らにとって非常に大きくなっていた疲労が筋肉を麻痺させて打撃を弱くしており、さらに、夏の蒸し暑い季節に長時間の戦闘を行う者に生じがちな汗と渇きと息切れが両者に生じていたからである。 結局、この戦いは注目すべき決着を見ず、むしろ将軍たちが撤退を呼びかけると、両者ともに喜んで自らの陣地へと引き退いた。
καὶ οὐκέτι μετὰ τοῦτʼ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλʼ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους.
そしてこの後は、どちらの側も戦いに出ることはなく、対峙したまま、食糧調達のために行われる互いの外出を監視し合っていた。
§8.89.3ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας.
しかしながら、ローマでは、ローマの軍勢は当時、勝利することができたにもかかわらず、執政官への憎しみと、土地分配の欺きをめぐって貴族たちに対して抱いていた怒りのために、自ら進んではいかなる輝かしい働きもしようとしなかった、と考えられ、またそのような噂が広く流れていた。
αὐτοὶ δʼ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι.
兵士たち自身も、それぞれ自分たちの親しい者たちに手紙を送り、執政官は将軍として無能であると非難した。
καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτʼ ἦν· ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις.
陣営で起きていたことはこのようなものであったが、ローマそのものにおいては、尋常でない声や光景を通じて、神々の怒りを示す多くの超自然的な前兆が現れていた。
§8.89.4πάντα δʼ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν.
そしてこれらすべては、占い師たちや神々の儀式の釈義者たちがその経験を突き合わせて、儀式が清らかにまた神聖に執り行われていないために、神々のうちのある者たちが慣例の敬意を受け取っていない、と表明した通りであった。
ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά.
このため、その後全員による大がかりな調査が行われ、やがて、神聖な火を守る乙女たちの一人で、オピミアという名の者が、処女性を失ったことで聖所を汚しているという告発が神官たちになされた。
§8.89.5οἱ δʼ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες διʼ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν·
神官たちは、拷問やその他の証拠によって、告発された罪が真実であることを知り、彼女の頭から鉢巻きを取り除き、市場を通って引き回した後、市壁の内側で生きたまま埋め立てた。
δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο.
また、彼女を汚したことが証明された二人の男を、公衆の前で鞭打ち、ただちに処刑した。 そしてこの後、神々が彼らへの怒りを静められたかのように、犠牲式も神託も良い兆候を示すようになった。