§8.91.1ἐπὶ τῆς τούτων ἀρχῆς Αἰκανοὶ μὲν εἰς τὴν Λατίνων χώραν ἐμβαλόντες ἀπήλασαν ἀνδράποδα καὶ βοσκήματα πολλὰ λῃστρικῇ ἐφόδῳ χρησάμενοι·
これら両名の任期中に、アイクィ族はラティウム人の領土に侵入し、略奪的な襲撃を行って多くの奴隷や家畜を駆り去った。
Τυρρηνῶν δʼ οἱ καλούμενοι Οὐιεντανοὶ τῆς Ῥωμαίων γῆς πολλὴν ἠδίκησαν προνομαῖς.
また、エトルリア人のうちウェイイ人と呼ばれる者たちは、略奪によってローマの領土の多くを損なわせた。
τῆς δὲ βουλῆς τὸν μὲν πρὸς Αἰκανοὺς πόλεμον εἰς ἕτερον ἀναβαλομένης χρόνον, παρὰ δὲ Οὐιεντανῶν δίκας αἰτεῖν ψηφισαμένης, Αἰκανοὶ μὲν ἐπειδὴ τὰ πρῶτα αὐτοῖς κατὰ νοῦν ἐχώρησε, καὶ οὐθεὶς ὁ κωλύσων τὰ λοιπὰ ἐφαίνετο, θράσει ἐπαρθέντες ἀλογίστῳ λῃστρικὴν μὲν οὐκέτι στρατείαν ἔγνωσαν ποιεῖσθαι, δυνάμει δὲ βαρείᾳ ἐλάσαντες ἐπὶ πόλιν Ὀρτῶνα κατὰ κράτος αἱροῦσι·
元老院はアイクィ族に対する戦争を別の時期に延期することを決定し、ウェイイ人に対しては賠償を要求することを決議したが、アイクィ族は最初の試みが彼らの望み通りに進み、それをこれ以上阻止する者が誰も現れそうにないのを見て、無分別な大胆さに駆られ、もはや単なる略奪的な遠征を行うのではなく、大軍を率いてオルトナの町へと進軍し、力ずくでこれを攻略した。
καὶ διαρπάσαντες τά τʼ ἐκ τῆς χώρας καὶ τὰ τῆς πόλεως ἀπῄεσαν εὐπορίαν πολλὴν ἀγόμενοι.
そして、耕作地と町の中から奪えるものを略奪し、多くの富を携えて撤退した。
§8.91.2Οὐιεντανοὶ δὲ πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλʼ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες·
一方ウェイイ人は、ローマからやって来た使者たちに対して、その領土を略奪しているのは自分たちの市民ではなく、他のエトルリア人たちであると答えて、いかなる正当な要求にも応じることなく使者たちを去らせた。
καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι.
その上、使者たちは彼らの領土から略奪品を運んでいるウェイイ人たち自身に遭遇した。
ταῦτα παρʼ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τʼ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν.
使者たちからこの事実を知らされた元老院は、ウェイイ人に宣戦すること、および両方の執政官が軍隊を率いて出撃することを決議した。
§8.91.3ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι §8.91.4βοηθοῦσα.
こうして、その決議をめぐって論争が生じ、戦争の布告を認めない者が多く現れた。 彼らは平民たちに、元老院によって決議されてからすでに5年目になるというのに、彼らが空しい希望を信じて欺かれてきた土地分配のことを思い起こさせ、また、もし全エトルリアが共同の意志のもとに同族の者たちを援助するならば、全面的な戦争になるであろうと指摘した。
οὐ μὴν ἴσχυσάν γʼ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλʼ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος.
しかし、扇動者たちの言葉は効力を持たなかった。 それどころか、平民も元老院の決議を承認した。 それはスポリウス・ラルキウスの意見と勧告に従ったためである。
καὶ μετὰ ταῦτʼ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι·
この後、執政官たちは軍隊を率いて出撃した。
στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν.
彼らは市から遠くない場所に、互いに離れて陣を敷き、多くの日数の間そこに留まったが、敵がこれに対抗して軍隊を繰り出してこなかったため、彼らの領土のできる限り多くの部分を略奪した上で、軍勢を帰還させた。
ἄλλο δʼ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη.
彼らの執政官期には、他に特筆すべきことは何も行われなかった。