§8.88.1τότε δʼ οὖν οἱ δημόται τῆς δημαρχικῆς ἐξουσίας οὐδὲν ἀπολαύοντες ὑφεῖντο τοῦ θράσους καὶ προσιόντες τοῖς ἐπὶ τῆς στρατολογίας τεταγμένοις τὸν ἱερὸν ὅρκον ὤμνυσαν, καὶ ὑπὸ τὰς σημαίας κατεγράφοντο.
さてその時、平民たちは護民官の権力から何ら恩恵を受けられず、その強硬姿勢を和らげて、徴兵の任務に当たっている者たちのもとに進み出て神聖な誓いを立て、軍旗の下へと登録された。
ἐπεὶ δὲ τὸ ἐλλιπὲς τῶν λόχων ἐξεπληρώθη, διεκληρώσαντο τὰς ἡγεμονίας τῶν στρατοπέδων οἱ ὕπατοι·
百人隊の欠員が満たされると、執政官たちは軍勢の指揮権を抽選で分けた。
καὶ ὁ μὲν Φάβιος τὴν ἐπὶ τῇ βοηθείᾳ τῶν συμμάχων ἀποσταλεῖσαν δύναμιν παρελάμβανεν, ὁ δὲ Οὐαλέριος τὴν ἐν Οὐολούσκοις στρατοπεδεύουσαν ἄγων τοὺς νεωστὶ καταγραφέντας.
そしてファビウスは同盟国の救援のために派遣されていた軍勢を引き継ぎ、ウァレリウスは新しく徴募された者たちを率いて、ヴォルスキ人の土地に駐屯している軍勢を引き継いだ。
§8.88.2μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θʼ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν.
彼の到来を知った敵は、別の軍勢を呼び寄せること、より堅固な場所に陣を張ること、あるいは以前のように彼らを侮ることから生じる無謀な危険を冒すようなことはもはや一切しないことに決めた。
ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν.
これらのことは速やかに行われ、両軍の指揮官たちに、もし誰かが襲ってきた場合に備えて自分たちの防御陣地を守り、力ずくでしか制圧できないであろう敵の陣地には攻撃を仕掛けないという、戦争に関する同様の考えが生じた。
§8.88.3καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος·
そして、その中間の時間は少なからぬものとなり、互いの攻撃に対する恐れのうちに費やされた。
οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν.
しかし、彼らは最後までこの決定に留まり続けることはできなかった。
ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τʼ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε·
というのも、食糧調達のため、あるいは両者が必要としていた他の必需品の何かのために、軍勢の一部が派遣されるたびに、彼らの衝突と小競り合いが生じ、勝利は常に同じ側の手にとどまることはなかったからである。
πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τʼ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο.
そして、彼らがしばしば互いに交戦する中で、少なからぬ者が戦死し、より多くの者が負傷した。
§8.88.4τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπʼ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε·
ローマ人にとっては、失われた軍勢を補う増援はどこからももたらされなかったが、ヴォルスキ人の陣営は、次から次へと新たな兵が到着したため、大いに増大した。
καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην.
そして、このことに勇気づけられた彼らの指揮官たちは、戦いを交えるべく、陣地から軍勢を引き出した。