Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.87.1-8.87.8

マエニウスの徴兵妨害と執政官の城外徴募

665 / 962 箇所 · ギリシア語

要旨

マルクス・ファビウスとルキウス・ヴァレリウスが執政官に選出され、新たな兵員補充のために徴募を行おうとするが、平民たちは土地分配の公約履行を求めて反発する。護民官マエニウスが拒否権を行使して徴兵を阻止しようとしたのに対し、執政官らは城外で徴募を実施することでその妨害を無効化する。

§8.87.1ἐπειδὴ δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὁ μὲν Αἰμίλιος ἔμεινεν ἐπὶ στρατοπέδου διʼ αἰσχύνης ἔχων ἐπὶ συμφοραῖς οὐκ εὐσχήμοσιν εἰς τὴν πόλιν εἰσελθεῖν τὸ κράτιστον ἀπολωλεκὼς τῆς στρατιᾶς.
さて、民会(執政官選挙)の時期が到来した時、エミリウスは、軍勢の最も精鋭な部分を失ったという不名誉な敗北を喫して都市に入ることを恥じて、陣営に留まった。
ὁ δὲ συνύπατος αὐτοῦ τοὺς ὑφʼ ἑαυτὸν ἄρχοντας ἐπὶ στρατοπέδου καταλιπὼν εἰς τὴν Ῥώμην ᾤχετο·
一方、彼の同僚の執政官は、配下の指揮官たちを陣営に書き残してローマへと向かった。
καὶ συγκαλέσας τὸν ὄχλον ἐπὶ τὰς ἀρχαιρεσίας, οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν, ἐπειδὴ οὐδʼ αὐτοὶ μετῄεσαν τὴν ἀρχὴν ἑκόντες, ὑπὲρ δὲ τῶν μετιόντων τούς τε λόχους ἐκάλεσε καὶ τὰς ψήφους ἀνέδωκεν.
そして民会のために群衆を召集したが、民衆が執政官職を授けたいと望んでいた元執政官たちの男性については、彼ら自身が自発的にその官職を求めなかったため、投票にかけなかった。 しかし、官職を求めて立候補していた者たちについては、民会を召集し、投票を委ねた。
§8.87.2οὗτοι δʼ ἦσαν, οὓς ἡ βουλὴ προείλετο καὶ οἷς παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευσεν, οὐ σφόδρα τῷ δήμῳ κεχαρισμένοι.
これらの候補者は、元老院があらかじめ選定し、官職への立候補を命じた者たちであり、民衆にとってはあまり好ましくない人物たちであった。
καὶ ἀπεδείχθησαν εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὕπατοι ὅ τε νεώτερος ἀδελφὸς τοῦ προθέντος τὰς ἀρχαιρεσίας ὑπάτου, Μάρκος Φάβιος Καίσωνος υἱός, καὶ Λεύκιος Οὐαλέριος Μάρκου υἱός, ὁ τὸν τρὶς ὑπατεύσαντα Κάσσιον κρίνας ἐπὶ τῇ τυραννίδι καὶ §8.87.3ἀποκτείνας.
そして、翌年の執政官として、その選挙を管理した執政官の弟であるマルクス・ファビウス(カエソの息子)と、かつて三度執政官を務めたカッシウスを僭主謀叛の罪で裁き、処刑した人物であった。
οὗτοι τὴν ἀρχὴν παραλαβόντες ὑπὲρ τῶν ἀποθανόντων ἐν τῷ πρὸς Ἀντιάτας πολέμῳ στρατιωτῶν ἠξίουν ἑτέρους καταγράφειν, ἵνα τὸ ἐλλιπὲς ἀναπληρωθῇ τῶν λόχων.
彼らは執政官職を引き継ぐと、アンティウム人との戦争で戦死した兵士たちの代わりに、部隊の欠員を補充するために新たな兵士を徴募しようとした。
καὶ δόγμα ποιησάμενοι βουλῆς προὔγραψαν ἡμέραν, ἐν ᾗ παρεῖναι τοὺς ἔχοντας ἡλικίαν στρατεύσιμον ἔδει.
そして元老院の決議を得て、従軍年齢に達している者たちが出頭すべき日を公示した。
μετὰ τοῦτο θόρυβος ἦν πολὺς κατὰ τὴν πόλιν, καὶ λόγοι τῶν πενεστάτων στασιώδεις οὐκ ἀξιούντων οὔτε βουλῆς δόγμασιν ὑπηρετεῖν οὔτε ὑπάτων ἐξουσίᾳ πειθαρχεῖν, ὅτι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἐψεύσαντο πρὸς αὐτούς·
この後、都市の中では大きな動揺が生じ、最も貧しい人々による反乱の火種となる発言がなされた。 彼らは、土地分配に関する約束が自分たちに対して裏切られたため、元老院の決議に従うことも、執政官の権力に服従することも潔しとしなかった。
συνιόντες τε κατὰ πλῆθος ἐπὶ τοὺς δημάρχους ὠνείδιζον αὐτοῖς προδοσίαν καὶ κατεβόων ἐπικαλούμενοι τὴν ἐξ ἐκείνων συμμαχίαν.
そして彼らは大挙して護民官たちのもとに集まり、彼らの裏切りを責め立て、護民官たちによる援助を求めて大声で抗議した。
§8.87.4τοῖς μὲν οὖν ἄλλοις οὐκ ἐδόκει καιρὸς ἁρμόττων εἶναι πολέμου συνεστῶτος ὑπερορίου τὰς πολιτικὰς ἔχθρας ἀναζωπυρεῖν, εἷς δέ τις ἐξ αὐτῶν Γάϊος Μαίνιος οὐκ ἔφη προδώσειν τοὺς δημοτικούς, οὐδʼ ἐπιτρέψειν τοῖς ὑπάτοις στρατιὰν καταγράφειν, ἐὰν μὴ πρότερον ἀποδείξωσι τοὺς ὁριστὰς τῆς δημοσίας γῆς καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα γράψαντες εἰς τὸν δῆμον ἐξενέγκωσιν.
他の護民官たちにとっては、国境外での戦争が続いている時に、国内の対立を再燃させるのは適当な時期ではないと思われた。 しかし、彼らのうちの一人ガイウス・マエニウスは、平民を見捨てることはしないし、執政官たちが公有地の境界画定委員を任命し、土地分配に関する民会決議案を作成して民衆に提示しない限り、兵士を徴募することを許さないと言明した。
ἀντιλεγόντων δὲ πρὸς ταῦτα τῶν ὑπάτων καὶ πρόφασιν ποιουμένων τοῦ μηθὲν αὐτῷ συγχωρεῖν, ὧν ἠξίου, τὸν ἐν χερσὶν ὄντα πόλεμον, οὐκ ἔφη προσέξειν αὐτοῖς τὸν νοῦν, ἀλλὰ
これに対して執政官たちが反論し、現に進行中の戦争を、彼が要求する事柄を何一つ容認しない口実としたが、彼は彼らに耳を貸すつもりはないとし、全力で徴募を阻止すると言った。
§8.87.5κωλύσειν ἁπάσῃ δυνάμει τὴν καταγραφήν. καὶ ἐποίει ταῦτα· οὐ μὴν ἴσχυσέ γε μέχρι τέλους.
そして彼は実際にそのように行動したが、最後までやり通す力はなかった。
οἱ γὰρ ὕπατοι προελθόντες ἔξω τῆς πόλεως ἐν τῷ παρακειμένῳ πεδίῳ τοὺς στρατηγικοὺς δίφρους ἔθηκαν·
というのも、執政官たちは都市の外に出て、隣接する平原に執政官の椅子を置いたからである。
ἐνταῦθα καὶ τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον, καὶ τοὺς οὐχ ὑπακούοντας τοῖς νόμοις, ἐπειδὴ αὐτοὺς ἄγειν οὐχ οἷοί τʼ ἦσαν, εἰς χρήματα ἐζημίουν·
そこで彼らは徴兵の登録を行い、法に従わない者たちを、連行することができなかったために、財産への罰則を科した。
ὅσοις μὲν χωρία ὑπῆρχεν, ἐκκόπτοντες ταῦτα καὶ τὰς αὐλὰς καθαιροῦντες· ὅσων δὲ γεωργικὸς ὁ βίος ἦν ἐν ἀλλοτρίοις κτήμασι, τούτων ἄγοντές τε καὶ φέροντες τὰ παρεσκευασμένα πρὸς τὴν ἐργασίαν ζεύγη τε βοϊκὰ καὶ βοσκήματα καὶ ὑποζύγια ἀχθοφόρα καὶ σκεύη παντοῖα, οἷς γῆ τʼ ἐξεργάζεται καὶ καρποὶ συγκομίζονται.
土地を所有している者に対しては、木々を切り倒し、家屋を解体し、他人の土地で農業を営んでいる小作農に対しては、農耕の準備に使われる牛のつがい、家畜、荷役用の獣、そして土地を耕作し収穫物を集めるためのあらゆる器具を奪い去ったのである。
§8.87.6ὁ δὲ κωλύων τὴν καταγραφὴν δήμαρχος οὐθὲν ἔτι ποιεῖν ἦν δυνατός.
一方、徴兵を阻止しようとしていた護民官は、もはや何もすることができなかった。
οὐδενὸς γάρ εἰσι τῶν ἔξω τῆς πόλεως οἱ τὴν δημαρχικὴν ἔχοντες ἐξουσίαν κύριοι·
なぜなら、護民官の権力を持つ者たちは、都市の外にあるものに対しては、いかなる支配権も持たないからである。
περιγέγραπται γὰρ αὐτῶν τὸ κράτος τοῖς τείχεσι, καὶ οὐδὲ ἀπαυλισθῆναι τῆς πόλεως αὐτοῖς θέμις, ὅτι μὴ πρὸς ἕνα καιρόν, ἐν ᾧ πᾶσαι θύουσιν αἱ τῆς πόλεως ἀρχαὶ κοινὴν ὑπὲρ τοῦ Λατίνων ἔθνους τῷ Διὶ θυσίαν ἐπὶ τὸ Ἀλβανῶν ὄρος ἀναβαίνουσαι.
彼らの支配力は城壁によって制限されており、都市の外で夜を過ごすことさえ法的に許されていない。 ただし唯一の例外として、ラティウム同盟のすべての行政官がラティウムの民のために共通の犠牲をユーピテルに捧げるため、アルバ山へ登る時期だけは認められている。
§8.87.7τοῦτο διαμένει μέχρι τῶν καθʼ ἡμᾶς χρόνων τὸ ἔθος, τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους·
護民官たちが都市の外のいかなるものに対しても権限を持たないというこの慣習は、私たちの時代に至るまで存続している。
καὶ δὴ καὶ τὸν ἐμφύλιον Ῥωμαίων πόλεμον τὸν ἐπὶ τῆς ἐμῆς ἡλικίας, ὃς μέγιστος τῶν πρὸ αὐτοῦ πολέμων ἐγένετο, ἡ κινήσασα πρόφασις ἐπὶ πολλαῖς ἄλλαις δόξασα μείζων εἶναι καὶ μόνη ἀποχρῶσα διαστῆσαι τὴν πόλιν ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ἐξεληλάσθαι τῆς πόλεως αἰτιώμενοι βίᾳ πρὸς τοῦ τότε κατέχοντος τὰ κατὰ τὴν Ἰταλίαν ἡγεμόνος, ἵνα μηδενὸς εἶεν ἔτι κύριοι, ἐπὶ τὸν ἐν τῇ Γαλατίᾳ τὰ στρατόπεδα κατέχοντα ὡς οὐκ ἔχοντες, ὅποι τράπωνται, κατέφυγον.
そして、私の存命中に起こり、それ以前のあらゆる戦争の中で最大となったローマの内乱においても、それを引き起こした大義名分(他にも多くあった中で最大の、そして国家を分裂させるのにそれだけで十分であると思われた理由)は、次のようなものであった。 すなわち、何人かの護民官たちが、当時イタリアを支配していた指導者によって暴力を伴い、もはやいかなる権限も持てないように都市から追放されたと主張し、行く当てもなく、ガリアで軍勢を握っていた者のもとに逃げ込んだことである。
§8.87.8ὁ δὲ τῇ προφάσει ταύτῃ χρησάμενος, ὡς ἀρχῇ δήμου παναγεῖ τὸ κράτος ἀφαιρεθείσῃ παρὰ τοὺς ὅρκους τῶν προγόνων αὐτὸς ὁσίως καὶ σὺν δίκῃ βοηθῶν αὐτός τε σὺν τοῖς ὅπλοις ἦλθεν εἰς τὴν πόλιν καὶ τοὺς ἄνδρας ἐπὶ τὴν ἀρχὴν κατήγαγε.
そして、この大義名分を利用した人物は、先祖の誓いに反して神聖不可侵な民衆の官職からその権力が剥奪されたことに対して、自分こそが敬虔に、かつ正義をもって援助する者であるとし、自ら武装して都市に乗り込み、彼らをその官職に復帰させたのである。

語釈・文法注

  1. §8.87.1διʼ αἰσχύνης ἔχων — 「恥じている」を意味する慣用的な表現。ἔχω に感情や状態の属格を伴う前置詞句(διʼ αἰσχύνης)が結合して、主語(Aemilius)の状態を叙述している。直後の不定詞句(εἰς τὴν πόλιν εἰσελθεῖν)がその恥じる内容を表す。
  2. §8.87.1οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν — 関係代名詞 οἷς の先行詞である ἀνδράσιν が関係節(οἷς ... δοθῆναι τὴν ὑπατείαν)の内部に引き込まれた、いわゆる「先行詞の関係節内への同化」が起きている。この関係節全体が、主節の動詞 οὐ προὔθηκε τὴν ψηφοφορίαν(「投票(議題)を提出しなかった」)に対する間接目的語(〜のために)として機能している。
  3. §8.87.6ὅτι μὴ πρὸς ἕνα καιρόν — 「〜を除いて」を意味する限定的な小辞の結合 ὅτι μή。ここでは前置詞句 πρὸς ἕνα καιρόν(「一つの時期に対して」)を修飾し、ラティウム同盟の祭儀の時期という「唯一の例外」を指し示している。
  4. §8.87.7τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους — 中性単数冠詞 τό に導かれた対格不定詞句。直前の名詞句 τὸ ἔθος(「その慣習」)の内容を具体的に説明する同格(あるいは名詞説明)の役割を果たしている。属格 μηθενὸς は、形容詞 κυρίους(「権限を持つ」)が支配する客観属格である。
  5. §8.87.7ἡ κινήσασα πρόφασις ... ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ... κατέφυγον — この長大な一文の主節の骨格は、「(内乱を)引き起こした大義名分(ἡ κινήσασα πρόφασις)はこれ(ἥδε ἦν)であり、それは…護民官の一部が…逃げ込んだこと(ὅτι ... κατέφυγον)である」となる。主語・動詞・接続詞 ὅτι が多数の修飾句(挿入的な比較節や分詞句)によって引き離されているため、骨格的な係り受けを捉える必要がある。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.87.1-8.87.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.87.1-8.87.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。