§8.88.1τότε δʼ οὖν οἱ δημόται τῆς δημαρχικῆς ἐξουσίας οὐδὲν ἀπολαύοντες ὑφεῖντο τοῦ θράσους καὶ προσιόντες τοῖς ἐπὶ τῆς στρατολογίας τεταγμένοις τὸν ἱερὸν ὅρκον ὤμνυσαν, καὶ ὑπὸ τὰς σημαίας κατεγράφοντο.
因此在当时,平民由于未能从护民官的权力中获得任何益处,便收敛了他们的强硬态度,前往负责征兵的人员那里,宣誓了神圣的誓言,并被登记在军旗下。
ἐπεὶ δὲ τὸ ἐλλιπὲς τῶν λόχων ἐξεπληρώθη, διεκληρώσαντο τὰς ἡγεμονίας τῶν στρατοπέδων οἱ ὕπατοι· καὶ ὁ μὲν Φάβιος τὴν ἐπὶ τῇ βοηθείᾳ τῶν συμμάχων ἀποσταλεῖσαν δύναμιν παρελάμβανεν, ὁ δὲ Οὐαλέριος τὴν ἐν Οὐολούσκοις στρατοπεδεύουσαν ἄγων τοὺς νεωστὶ καταγραφέντας.
当百人队的空缺被填满后,执政官们抽签决定了军队的指挥权;法比乌斯接管了派往援助盟友的那支军队,而瓦莱里乌斯则率领新招募的士兵,接管了驻扎在沃尔斯奇人土地上的那支军队。
§8.88.2μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θʼ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν.
敌军在得知他的到来后,决定召集另一支军队,将营垒设在更为坚固的地方,并且不再像以前那样因轻视他们而冒任何轻率的危险。
ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν.
这些事情迅速完成,两军的指挥官对战争产生了一致的看法:若有人来袭,则防守各自的阵地,而不去进攻敌人的阵地,因为那些阵地必须通过强攻才能夺取。
§8.88.3καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος· οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν.
在此期间的时间并不少,皆在对袭击的恐惧中消耗;然而,他们最终还是未能坚持各自的决定。
ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τʼ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε· πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τʼ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο.
因为每当为了筹集粮食或双方所需的其他必需品而派出军队的一部分时,他们之间就会发生冲突和交火,且胜利并不总是留在同一方;在他们频繁的交手中,有不少人战死,更多的人受伤。
§8.88.4τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπʼ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε·
对罗马人而言,没有任何来自别处的援助能够填补军队损失的人员;但沃尔斯奇人的营垒,由于一波又一波援军的到来,力量得到了极大的增强。
καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην.
为此感到鼓舞的敌军指挥官们,便将军队带出营垒,准备交战。