Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.87.1-8.87.8

迈尼乌斯阻挠征兵与执政官城外招募

第 665 段,共 962 段 · 希腊语

内容简介

马尔库斯·法比乌斯与路奇乌斯·瓦莱里乌斯当选执政官,并试图通过征兵填补军队空缺,但遭到要求履行土地分配诺言的平民的强烈反对。护民官迈尼乌斯企图利用否决权阻挠征兵,执政官们则通过在城墙之外进行军事登记绕过了他的管辖权。

§8.87.1ἐπειδὴ δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν καιρός, ὁ μὲν Αἰμίλιος ἔμεινεν ἐπὶ στρατοπέδου διʼ αἰσχύνης ἔχων ἐπὶ συμφοραῖς οὐκ εὐσχήμοσιν εἰς τὴν πόλιν εἰσελθεῖν τὸ κράτιστον ἀπολωλεκὼς τῆς στρατιᾶς.
当举行执政官选举的时期到来时,埃米利乌斯留在了营垒中,因为他失去了军队中最精锐的部分,感到在遭受了如此不光彩的灾难后进入城市是一种耻辱。
ὁ δὲ συνύπατος αὐτοῦ τοὺς ὑφʼ ἑαυτὸν ἄρχοντας ἐπὶ στρατοπέδου καταλιπὼν εἰς τὴν Ῥώμην ᾤχετο·
而他的同僚执政官则将部下的军官留在营垒中,起程前往罗马。
καὶ συγκαλέσας τὸν ὄχλον ἐπὶ τὰς ἀρχαιρεσίας, οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν, ἐπειδὴ οὐδʼ αὐτοὶ μετῄεσαν τὴν ἀρχὴν ἑκόντες, ὑπὲρ δὲ τῶν μετιόντων τούς τε λόχους ἐκάλεσε καὶ τὰς ψήφους ἀνέδωκεν.
他召集群众举行选举,对于那些民众希望授予其执政官职务的、曾任执政官的贤达,由于他们自己并未自愿谋求这一官职,他便没有提交投票;但对于那些正在谋求该职的候选人,他召集了百人队并分发了选票。
§8.87.2οὗτοι δʼ ἦσαν, οὓς ἡ βουλὴ προείλετο καὶ οἷς παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευσεν, οὐ σφόδρα τῷ δήμῳ κεχαρισμένοι.
这些候选人是元老院预先选定并命令他们谋求该官职的人,对民众来说并不怎么讨喜。
καὶ ἀπεδείχθησαν εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὕπατοι ὅ τε νεώτερος ἀδελφὸς τοῦ προθέντος τὰς ἀρχαιρεσίας ὑπάτου, Μάρκος Φάβιος Καίσωνος υἱός, καὶ Λεύκιος Οὐαλέριος Μάρκου υἱός, ὁ τὸν τρὶς ὑπατεύσαντα Κάσσιον κρίνας ἐπὶ τῇ τυραννίδι καὶ §8.87.3ἀποκτείνας.
当选为翌年执政官的是主持选举的执政官的弟弟马尔库斯·法比乌斯(凯索之子),以及路奇乌斯·瓦莱里乌斯(马尔库斯之子)——此人曾因企图僭主统治而审判了三次担任执政官的卡西乌斯,并且处死了他。
οὗτοι τὴν ἀρχὴν παραλαβόντες ὑπὲρ τῶν ἀποθανόντων ἐν τῷ πρὸς Ἀντιάτας πολέμῳ στρατιωτῶν ἠξίουν ἑτέρους καταγράφειν, ἵνα τὸ ἐλλιπὲς ἀναπληρωθῇ τῶν λόχων.
这些人接掌官职后,决定招募其他士兵以替代在与安提乌姆人的战争中阵亡的兵士,从而填补百人队的空缺。
καὶ δόγμα ποιησάμενοι βουλῆς προὔγραψαν ἡμέραν, ἐν ᾗ παρεῖναι τοὺς ἔχοντας ἡλικίαν στρατεύσιμον ἔδει.
他们通过了元老院的决议,公布了符合服役年龄者必须到场集中的日期。
μετὰ τοῦτο θόρυβος ἦν πολὺς κατὰ τὴν πόλιν, καὶ λόγοι τῶν πενεστάτων στασιώδεις οὐκ ἀξιούντων οὔτε βουλῆς δόγμασιν ὑπηρετεῖν οὔτε ὑπάτων ἐξουσίᾳ πειθαρχεῖν, ὅτι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἐψεύσαντο πρὸς αὐτούς·
在此之后,城中出现了极大的骚乱,最贫困的人们发表了煽动性的言论,认为既不应服从元老院的决议,也不应顺从执政官的权威,因为元老院和执政官违背了对他们关于分配土地的许诺。
συνιόντες τε κατὰ πλῆθος ἐπὶ τοὺς δημάρχους ὠνείδιζον αὐτοῖς προδοσίαν καὶ κατεβόων ἐπικαλούμενοι τὴν ἐξ ἐκείνων συμμαχίαν.
他们成群结队地聚集在护民官面前,指责护民官的背叛,并大声呼喊,请求他们的援助。
§8.87.4τοῖς μὲν οὖν ἄλλοις οὐκ ἐδόκει καιρὸς ἁρμόττων εἶναι πολέμου συνεστῶτος ὑπερορίου τὰς πολιτικὰς ἔχθρας ἀναζωπυρεῖν, εἷς δέ τις ἐξ αὐτῶν Γάϊος Μαίνιος οὐκ ἔφη προδώσειν τοὺς δημοτικούς, οὐδʼ ἐπιτρέψειν τοῖς ὑπάτοις στρατιὰν καταγράφειν, ἐὰν μὴ πρότερον ἀποδείξωσι τοὺς ὁριστὰς τῆς δημοσίας γῆς καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα γράψαντες εἰς τὸν δῆμον ἐξενέγκωσιν.
对其他护民官来说,当境外战争仍在进行时,重新燃起城邦内部的敌对行动似乎并不是一个合适的时机。 但他们中的一员盖乌斯·迈尼乌斯宣称,他绝不会背叛平民,也绝不允许执政官招募军队,除非执政官首先指定公有地的划界委员,并起草关于分配公有地的法案提交给民众。
ἀντιλεγόντων δὲ πρὸς ταῦτα τῶν ὑπάτων καὶ πρόφασιν ποιουμένων τοῦ μηθὲν αὐτῷ συγχωρεῖν, ὧν ἠξίου, τὸν ἐν χερσὶν ὄντα πόλεμον, οὐκ ἔφη προσέξειν αὐτοῖς τὸν νοῦν, ἀλλὰ §8.87.5κωλύσειν ἁπάσῃ δυνάμει τὴν καταγραφήν.
当执政官们对此表示反对,并以眼前的战争为借口不愿妥协他所要求的任何事情时,他表示不会理会他们,而是将竭尽全力阻止征兵。
καὶ ἐποίει ταῦτα· οὐ μὴν ἴσχυσέ γε μέχρι τέλους.
他也确实这么做了;然而,他并没能坚持到最后。
οἱ γὰρ ὕπατοι προελθόντες ἔξω τῆς πόλεως ἐν τῷ παρακειμένῳ πεδίῳ τοὺς στρατηγικοὺς δίφρους ἔθηκαν·
因为执政官们走到了城外,在相邻的平原上安设了执政官的座椅。
ἐνταῦθα καὶ τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον, καὶ τοὺς οὐχ ὑπακούοντας τοῖς νόμοις, ἐπειδὴ αὐτοὺς ἄγειν οὐχ οἷοί τʼ ἦσαν, εἰς χρήματα ἐζημίουν· ὅσοις μὲν χωρία ὑπῆρχεν, ἐκκόπτοντες ταῦτα καὶ τὰς αὐλὰς καθαιροῦντες· ὅσων δὲ γεωργικὸς ὁ βίος ἦν ἐν ἀλλοτρίοις κτήμασι, τούτων ἄγοντές τε καὶ φέροντες τὰ παρεσκευασμένα πρὸς τὴν ἐργασίαν ζεύγη τε βοϊκὰ καὶ βοσκήματα καὶ ὑποζύγια ἀχθοφόρα καὶ σκεύη παντοῖα, οἷς γῆ τʼ ἐξεργάζεται καὶ καρποὶ συγκομίζονται.
他们在那里进行军事征兵登记,而对于那些不服从法律的人,由于无法将他们逮捕带走,便处以财产惩罚:对于那些拥有土地的人,他们砍伐其树木,拆毁其农舍;而对于那些在他人土地上务农的雇农,他们则赶走并夺去了他们准备用于劳作的牛只、牲畜、驮兽以及用来耕作和收割庄稼的各种农具。
§8.87.6ὁ δὲ κωλύων τὴν καταγραφὴν δήμαρχος οὐθὲν ἔτι ποιεῖν ἦν δυνατός.
而试图阻止征兵的护民官却再也无能为力。
οὐδενὸς γάρ εἰσι τῶν ἔξω τῆς πόλεως οἱ τὴν δημαρχικὴν ἔχοντες ἐξουσίαν κύριοι· περιγέγραπται γὰρ αὐτῶν τὸ κράτος τοῖς τείχεσι, καὶ οὐδὲ ἀπαυλισθῆναι τῆς πόλεως αὐτοῖς θέμις, ὅτι μὴ πρὸς ἕνα καιρόν, ἐν ᾧ πᾶσαι θύουσιν αἱ τῆς πόλεως ἀρχαὶ κοινὴν ὑπὲρ τοῦ Λατίνων ἔθνους τῷ Διὶ θυσίαν ἐπὶ τὸ Ἀλβανῶν ὄρος ἀναβαίνουσαι.
因为拥有护民官权力的人,对城市以外的任何事务都没有支配权;他们的权力被限制在城墙之内,甚至依法不得在城外过夜,只有一次例外,即城邦的所有行政官登上阿尔巴山,代表拉丁民族向朱庇特献上共同的祭祀。
§8.87.7τοῦτο διαμένει μέχρι τῶν καθʼ ἡμᾶς χρόνων τὸ ἔθος, τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους·
这一习俗一直延续到我们的时代,即护民官对城市以外的任何事务都没有支配权。
καὶ δὴ καὶ τὸν ἐμφύλιον Ῥωμαίων πόλεμον τὸν ἐπὶ τῆς ἐμῆς ἡλικίας, ὃς μέγιστος τῶν πρὸ αὐτοῦ πολέμων ἐγένετο, ἡ κινήσασα πρόφασις ἐπὶ πολλαῖς ἄλλαις δόξασα μείζων εἶναι καὶ μόνη ἀποχρῶσα διαστῆσαι τὴν πόλιν ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ἐξεληλάσθαι τῆς πόλεως αἰτιώμενοι βίᾳ πρὸς τοῦ τότε κατέχοντος τὰ κατὰ τὴν Ἰταλίαν ἡγεμόνος, ἵνα μηδενὸς εἶεν ἔτι κύριοι, ἐπὶ τὸν ἐν τῇ Γαλατίᾳ τὰ στρατόπεδα κατέχοντα ὡς οὐκ ἔχοντες, ὅποι τράπωνται, κατέφυγον.
事实上,在我的有生之年所发生的那场罗马内战中,这场内战成为了此前所有战争中最宏大的一场,而促成该战发起并在众多借口中显得最大、且单凭此点就足以分裂城邦的借口正是:几位护民官指控他们被当时控制意大利的领袖用暴力驱逐出城,使他们不再拥有任何支配权,由于无处可去,他们便逃往了在在高卢统帅军队的那个人那里。
§8.87.8ὁ δὲ τῇ προφάσει ταύτῃ χρησάμενος, ὡς ἀρχῇ δήμου παναγεῖ τὸ κράτος ἀφαιρεθείσῃ παρὰ τοὺς ὅρκους τῶν προγόνων αὐτὸς ὁσίως καὶ σὺν δίκῃ βοηθῶν αὐτός τε σὺν τοῖς ὅπλοις ἦλθεν εἰς τὴν πόλιν καὶ τοὺς ἄνδρας ἐπὶ τὴν ἀρχὴν κατήγαγε.
而利用这一借口的人,宣称自己是在虔诚且公正地援助一个违背祖先誓言而被剥夺了权力的、至为神圣的平民官职,于是亲自全副武装进入城市,并恢复了这些人的职位。

词汇与语法注释

  1. §8.87.1διʼ αἰσχύνης ἔχων — 意为“感到羞耻”的惯用表达。动词 ἔχω 与带有表示情感或状态属格的介词短语(διʼ αἰσχύνης)相结合,用以陈述主语(埃米利乌斯)的状态,其后的不定式短语(εἰς τὴν πόλιν εἰσελθεῖν)则具体指明了他感到羞愧而不愿做出的行动。
  2. §8.87.1οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν — 这是一个复杂的句法结构,发生了先行词(ἀνδράσιν)被吸引到关系从句(οἷς... δοθῆναι τὴν ὑπατείαν)内部的现象(即先行词同化)。包含该同化名词在内的整个关系从句,在主句中充当主谓短语 οὐ προὔθηκε τὴν ψηφοφορίαν(“没有为……提交投票”)的间接宾语。
  3. §8.87.6ὅτι μὴ πρὸς ἕνα καιρόν — 小词组合 ὅτι μή 是表示限定的惯用语,意为“除了……之外”。此处它修饰介词短语 πρὸς ἕνα καιρόν(“针对一个时期”),用以指明护民官在城外逗留的“唯一例外”(即拉丁同盟祭祀阿尔巴山神灵的时期)。
  4. §8.87.7τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους — 这是一个由中性单数冠词 τό 引导的带对格的不定式短语。它与前文的名词短语 τὸ ἔθος(“这一习俗”)形成同位语,具体阐述了该习俗的内容。属格代词 μηθενὸς 是受形容词 κυρίους(“拥有支配权的”)所支配的表示对象的属格。
  5. §8.87.7ἡ κινήσασα πρόφασις ... ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ... κατέφυγον — 该长句的句法骨架为:“促成[内战]发起的借口(ἡ κινήσασα πρόφασις)正是这一个(ἥδε ἦν),即(ὅτι)一些护民官……逃往了某处(κατέφυγον)”。由于主语、谓语以及引导解释性从句的 ὅτι 之间被大量的修饰性成分(包括插入的比较从句和分词短语)隔开,阅读时需牢牢把握其核心主干的关联。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.87.1-8.87.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.87.1-8.87.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。