§8.84.1διακληρωσαμένων δὲ τῶν ὑπάτων τὰς δυνάμεις, ὡς ἔστιν αὐτοῖς ἔθος, τὸ μὲν ἐπικουρεῖν μέλλον τοῖς συμμάχοις στράτευμα Καίσων Φάβιος παρέλαβε, θάτερον δὲ Λεύκιος ἔχων ἐπὶ τὴν Ἀντιατῶν ἦγε πόλιν.
執政官たちが、自分たちの習慣に従って軍勢をくじ引きで分けると、同盟軍を救援する予定の軍勢はカエソ・ファビウスが引き受け、ルキウスはもう一方の軍を率いてアンティウム市民の都市へと進軍した。
γενόμενος δὲ πλησίον τῶν ὁρίων καὶ κατιδὼν τὰς τῶν πολεμίων δυνάμεις, τότε μὲν ἀντικατεστρατοπέδευσεν ἐπὶ λόφου, ταῖς δʼ ἑξῆς ἡμέραις ἐξιόντων εἰς τὸ πεδίον τῶν πολεμίων θαμινὰ καὶ προκαλουμένων εἰς μάχην, ἡνίκα τὸν οἰκεῖον ἔχειν καιρὸν ὑπελάμβανεν, ἐξῆγε τὰς δυνάμεις·
国境の近くに達し、敵の軍勢を目にすると、その時は丘の上に対面して陣を構えた。 続く数日にわたり、敵がしばしば平野に出てきて戦いを挑み、彼が好機を得たと判断した時に、軍勢を導き出した。
καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν παρακλήσει τε πολλῇ καὶ ἐπικελεύσει χρησάμενος, ἐκέλευσε σημαίνειν τὸ πολεμικόν·
そして、白兵戦に入る前に多くの激励と訓示を行い、戦闘開始の合図を吹かせるように命じた。
καὶ οἱ στρατιῶται τὸ σύνηθες ἀλαλάξαντες ἀθρόοι κατὰ σπείρας τε καὶ κατὰ λόχους συνέβαλλον.
兵士たちはいつもの時の声を上げ、一斉に、中隊(マニプルス)や百年隊(ケントゥリア)の単位で突撃した。
§8.84.2ὡς δὲ τὰς λόγχας καὶ τὰ σαυνία καὶ ὅσα εἶχον ἑκηβόλα ἐξανάλωσαν, σπασάμενοι τὰ ξίφη συρράττουσιν ἀλλήλοις ἴσῃ τόλμῃ τε καὶ ἐπιθυμίᾳ τοῦ ἀγῶνος ἑκάτεροι χρώμενοι·
敵味方が長槍や投げ槍、その他持っていたすべての投擲武器を使い果たすと、剣を抜いて互いに激突し、双方とも対等の勇気と闘志を持って戦った。
ἦν τε, ὡς καὶ πρότερον ἔφην, παραπλήσιος αὐτοῖς ὁ τοῦ ἀγῶνος τρόπος, καὶ οὔτε ἡ σοφία καὶ ἡ ἐμπειρία Ῥωμαίων περὶ τὰς μάχας, ᾗ χρώμενοι τὰ πολλὰ ἐπεκράτουν, οὔτε τὸ καρτερικὸν καὶ ταλαίπωρον ἐν τοῖς πόνοις διὰ πολλῶν ἠσκημένον ἀγώνων ἐπεκράτει·
私が前にも述べたように、彼らの戦闘方法は互いに似通っており、多くの場合はローマ人がそれを用いて勝利を収めていたところの、彼らの戦いに関する知恵と経験も、また多くの戦闘を通じて鍛え上げられた、困難に対する忍耐力と苦行も、優勢を占めることはなかった。
τὰ γὰρ αὐτὰ καὶ περὶ τοὺς πολεμίους ἦν, ἐξ οὗ Μάρκιον ἡγεμόνα Ῥωμαίων οὐ τὸν ἀφανέστατον στρατηλάτην ἔσχον·
なぜなら、同じ特質が敵にも備わっていたからであり、それは彼らがローマ人の指導者、それも決して最も無名なわけではない将軍であったマルキウスを指揮官に迎えて以来のことであった。
ἀλλʼ ἀντεῖχον ἑκάτεροι τῆς χώρας, ἐν ᾗ τὸ πρῶτον ἔστησαν οὐχ ὑφιέμενοι.
むしろ、双方は最初に陣取った場所を踏みとどまり、退くことはなかった。
§8.84.3ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους.
その後、ウォルスコイ人は、隊列を整え秩序正しく、ローマ人の攻撃を受け止めながら少しずつ後退していった。
στρατήγημα δὲ τοῦτʼ ἦν, ἵνα διασπάσωσί τʼ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου.
しかしこれは、ローマ人の隊列を崩し、自分たちがより有利な高地に位置するための計略であった。