Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.83.1-8.83.4

新執政官の就任とウォルスコイ人への分兵作戦

661 / 962 箇所 · ギリシア語

要旨

新執政官の就任と、外征がもたらす国内の平穏という政治的法則が述べられた後、ウォルスコイ人の不穏な決意とそれに対抗するローマ側の分兵作戦が描かれる。

§8.83.1παραλαμβάνουσι δὴ τὴν ὑπατείαν κατὰ τὸ ἑβδομηκοστόν τε καὶ διακοσιοστὸν ἔτος ἀπὸ τοῦ συνοικισμοῦ τῆς Ῥώμης Λεύκιος Αἰμίλιος Μαμέρκου υἱὸς καὶ Καίσων Φάβιος Καίσωνος υἱός, ἄρχοντος Ἀθήνησι Νικοδήμου.
こうして、アテナイでニコデモスがアルコンであった時の、ローマ建国から二百七十年目に、マメルクスの子ルキウス・アエミリウスとカエソの子カエソ・ファビウスが執政官職を引き受けた。
οἷς κατʼ εὐχὴν συνέβη μηδὲν ὑπὸ τῆς πολιτικῆς ἐπιταραχθῆναι διχοστασίας πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν.
彼らにとって願ってもないことに、異民族の戦争が都市を取り囲んでいたにもかかわらず、国内の分裂によって何ら妨げられることはなかった。
§8.83.2ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβάρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ.
実に、ギリシア人であれ未開人であれ、すべての民族や場所において、外部の災いからの休息は国内の不和や内乱を引き起こしがちであり、自由と覇権への憧れから、戦いと苦難に満ちた生を選択する者たちにおいて、特にこのことが起こる。
χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν·
というのも、より多くを求めることに慣れた性質は、慣れ親しんだ活動から遠ざけられると、耐えることが困難だからである。
καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς.
それゆえ、指導者たちのうちで最も賢明な者たちは、国内の戦争よりも異国との戦争のほうが好ましいと考え、常に異民族に対する敵意をいくらか再燃させるのである。
§8.83.3τότε δʼ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις.
さて、その時、私が述べたように、執政官たちにとって幸運なことに、従属する者たちの反乱が同時に発生した。
Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτʼ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες, §8.83.4εἴτε διὰ ταῦτα πάντα πολεμεῖν Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τʼ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον.
すなわち、ウォルスコイ人は、平民が政権担当者たちに対して敵対しているというローマの政治的動揺を信じたためか、あるいは前回の敗北が戦わずして生じたことの恥辱に駆り立てられたためか、あるいは自分たちの多大な軍勢を誇りに思ったためか、あるいはこれらすべての理由によって、ローマ人と戦争をすることを決意し、すべての都市から青年兵を集め、その軍勢の一部をもってヘルニキ人やラティウム人の都市へと進軍し、最も多くかつ強力な残りの軍勢をもって、自分たちの都市に攻めてくるであろう者たちを迎え撃とうとした。
ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δʼ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν.
これを知ったローマ人たちは、軍勢を二つに分けることを決議し、一方の軍勢でヘルニキ人とラティウム人の土地を守備し、他方の軍勢でウォルスコイ人の土地を略奪することとした。

語釈・文法注

  1. §8.83.1πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν — 「異民族の戦争が都市を取り囲んでいたので」という絶対属格(genitive absolute)の構文。前句の「国内の分裂によって何ら妨げられなかった」ことに対する、対比・譲歩的(〜にもかかわらず)あるいは随伴する状況の記述として解釈される。
  2. §8.83.2χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν — 主語は αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις(より多くを求めることに慣れた性質)で、叙述形容詞 χαλεπαί が導く文。不定詞 καρτερεῖν(耐えること)が形容詞 χαλεπαί を修飾し、「耐えることが困難である」となる。分詞 ἐξειργόμεναι は条件・時間を表し、「慣れ親しんだ活動から遠ざけられると」の意。
  3. §8.83.3ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει — 接続詞 ὡς(〜という理由で、〜と信じて)を伴う絶対属格。「平民が指導者層(権力者たち)と敵対関係に入った」という、ウォルスコイ人側から見た主観的な判断または前提を示す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.83.1-8.83.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.83.1-8.83.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。