Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.85.1-8.85.4

ローマ軍の敗走と嵐の中での撤退

663 / 962 箇所 · ギリシア語

要旨

ウォルスコイ人の計略に嵌ったローマ軍は敗走して多くの損害を被るが、嵐と霧、そして騎兵の救援により辛うじて全滅を免れ、執政官は夜間に撤退してロンゴラ近くに新たな陣地を構えた。

§8.85.1οἱ δʼ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι.
ローマ人たちは、敵が逃亡を始めたと思い込み、彼らが歩いて退去する間は自分たちも秩序を保って付き従っていたが、敵が陣営に向かって走って進むのを目にすると、自分たちもまた、素早く秩序を乱した追撃を行った。
οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τʼ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφʼ ἁρπαγὴν τῆς χώρας ἐτράποντο.
最後尾の、また後衛を務める隊は、すでに敵に勝利したかのように死体から武具を剥ぎ取り、その地の略奪へと向かった。
§8.85.2μαθόντες δʼ οἱ Οὐολοῦσκοι ταῦτʼ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη·
ウォルスコイ人はこれを知ると、敗走を装っていた者たちが陣営の防御壁に近づいた時に反転して立ちふさがり、陣営に残されていた者たちも門を大きく開け、多くの場所から一斉に駆け出した。
γίνεταί τʼ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον.
そして彼らの戦闘は形勢が逆転し、追撃していた者たちが逃げ、逃げていた者たちが追撃するようになった。
ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες.
そこで、多くの優れたローマ人が、下り坂で押し戻され、少数の者が多数に包囲されたことで、当然の帰結として討ち取られた。
§8.85.3ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν·
戦利品や略奪へと向かったために、秩序と隊列を保って後退する機会を奪われた者たち全員も、彼らとよく似た目に遭った。
καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δʼ αἰχμάλωτοι ἐλήφθησαν.
というのも、これらの者たちもまた、敵に追いつかれてある者は虐殺され、ある者は捕虜にされたからである。
ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα.
しかし、これらの者たちや山から突き落とされた者たちのうち、無事に逃げ延びた者全員は、遅い時間になって騎兵たちが彼らを救援したため、陣営へと引き揚げた。
ἐδόκει τʼ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν.
彼らがことごとく全滅するのを免れるのに貢献したのは、天から激しく降り注いだ大嵐と、深い霧の中で生じるような暗闇であったと思われ、これが、遠くを見通すことのできない敵に、それ以上の追撃を躊躇させることになった。
§8.85.4τῇ δʼ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος·
その翌日の夜、執政官は軍を撤収させ、敵に気づかれないように配慮しながら、静かにかつ整然と率いて去った。
καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος.
そして、夕暮れ遅くに、襲撃してくる者を防ぐのに十分な丘を選んで、ロンゴラと呼ばれる都市の近くに陣を構えた。
ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.
そこに留まりながら、彼は傷を負って苦しむ者たちを手当てによって回復させ、また予期せぬ敗北の恥辱に落胆している者たちを慰め、力づけた。

語釈・文法注

  1. 1715ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς — 分詞 ὑπολαβόντες(〜と思い込んで)に導かれる対格不定詞構文(A.C.I.)である。αὐτούς は不定詞 ἄρχειν の意味上の主語であり、ἄρχειν φυγῆς は「敗走を始める」を意味する。
  2. p.v.3p.257ἀδελφὰ δὲ τούτοις ἔπασχον — 形容詞 ἀδελφός(兄弟の、よく似た)の中性複数対格 ἀδελφά が、動詞 ἔπασχον の目的語として同族目的語的に機能している。与格 τούτοις と共に「これら(直前に言及された人々)と極めて類似した運命をたどる」という慣用的な意味を表す。
  3. 1716ἐδόκει τʼ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς... — συλλαμβάνω の第二アオリスト中動不定詞 συλλαβέσθαι は「〜に貢献する、〜を助ける」を意味し、属格をとる(ここでは定冠詞付き不定詞の否定形 τοῦ μὴ ... διαφθαρῆναι)。非人称の「〜と思われた」ではなく、文後半の主格名詞句 χειμὼν πολὺς ... καὶ σκότος が ἐδόκει の文法上の主語である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.85.1-8.85.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.85.1-8.85.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。