§8.81.1μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν·
カッシウスの死の後、貴族制を強化しようとする者たちは、平民たちに対してより大胆で尊大になっていた。
οἱ δʼ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν.
一方、名声も生活も目立たない状態へと追い込まれた者たちは、平民派の最良の守護者を失ったとして、その有罪判決に対して自分たちの多大な愚かさを非難した。
τούτου δʼ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τʼ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τʼ αὐτῆς καὶ §8.81.2τίσι δεήσει νεμηθῆναι.
この原因は、執政官たちが土地分配に関して元老院が決議したことを実行しなかったことであった。 彼らは土地の境界を定める10人の委員を任命し、その土地のどれだけを、また誰に分配すべきかについての意見を提出すべきであったにもかかわらず。
συνῄεσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν·
そして、多くの人々が集団を作って集まり、その都度(約束された分配の)欺瞞について語り合い、前の護民官たちが公共の利益を裏切ったとして彼らを非難した。
ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως.
また、当時の護民官たちによって民会が頻繁に開催され、約束の履行が要求された。
ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι·
これらを見抜いた執政官たちは、戦争を口実にして、市内で不穏な動きを見せ動揺している分子を鎮圧しようと決定した。
ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη.
というのも、ちょうど同じ時期に、近隣の都市からの略奪や侵入によって領土が損害を被っていたからである。
§8.81.3τιμωρίας μὲν δὴ τῶν ἀδικούντων ἕνεκα προὔθεσαν τὰ τοῦ πολέμου σημεῖα, καὶ τὰς δυνάμεις τῆς πόλεως κατέγραφον·
そこで彼らは、不法を働く者たちを処罰するために戦争の合図を掲げ、市の軍隊を召集しようとした。
οὐ προσιόντων δὲ τῇ καταγραφῇ τῶν ἀπόρων ἀδύνατοι ὄντες τὴν ἐκ τῶν νόμων ἀνάγκην τοῖς ἀπειθοῦσι προσφέρειν·
しかし、貧しい人々が徴兵に応じず、彼らは従わない者たちに対して法による強制力を適用することができなかった。
προειστήκεσαν γὰρ τοῦ πλήθους οἱ δήμαρχοι καὶ κωλύσειν ἔμελλον, εἴ τις ἐπιχειρήσειεν ἢ τὰ σώματα τῶν ἐκλειπόντων τὴν στρατείαν ἄγειν ἢ τὰ χρήματα φέρειν·
なぜなら、護民官たちが群衆の先頭に立ち、もし誰かが兵役を免れようとする者たちの身体を拘束したり、罰金を徴収しようとしたりすれば、それを阻止しようとしていたからである。
ἀπειλαῖς χρησάμενοι πολλαῖς ὡς οὐκ ἐπιτρέψοντες τοῖς ἀνασείουσι τὸ πλῆθος, λεληθυῖαν ὑποψίαν κατέλιπον ὡς δικτάτορα ἀποδείξοντες, ὃς ἔμελλε καταλύσας τὰς ἄλλας ἀρχὰς τὴν τυραννικὴν καὶ ἀνυπεύθυνον μόνος ἕξειν ἐξουσίαν.
(執政官たちは)民衆を扇動する者たちを許さないという多くの脅しを用いたが、独裁官を任命するのではないかという密かな疑念を残した。 独裁官は他の官職を停止させて、僭主的で責任を問われない権力を独占することになるはずであった。
§8.81.4ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον.
平民たちがこの疑念を抱くと、過酷で容赦のないアッピウスが任命されるのではないかと恐れ、それを避けるためなら、あらゆる苦痛を忍ぶことも受け入れた。