Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.81.1-8.81.4

关于土地分配落空与强制征兵的对立

第 659 段,共 962 段 · 希腊语

内容简介

卡西乌斯死后贵族派势力抬头,而平民因土地分配未获执行而与执政官产生对立;执政官企图利用战争借口强行征兵,并通过暗示将任命独裁官来威逼平民屈服。

§8.81.1μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν· οἱ δʼ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν.
因为在卡西乌斯死后,那些极力巩固贵族政体的人对平民变得更加大胆和傲慢;而那些在名声和生活上陷入沉沦的人则退缩到卑微的境地,他们因失去了平民派最好的保护者,而为自己对那一判决所表现出的极大愚蠢深自谴责。
τούτου δʼ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τʼ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τʼ αὐτῆς καὶ §8.81.2τίσι δεήσει νεμηθῆναι.
而造成这一切的原因是,执政官们没有执行元老院关于分配土地的决议,尽管他们本应指派十人去丈量土地的边界,并提出关于土地的多少以及应当分给谁的提案。
συνῄεσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν· ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως.
许多人结成集会,每次都议论着这桩骗局,并且谴责前任护民官背叛了公共利益;当时的护民官也频繁召集民众大会,要求履行诺言。
ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι· ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη.
执政官们察觉到这一情况,便决定以战争为借口,镇压城中煽动和骚乱的部分人;因为恰好在同一时期,邻近城市的抢劫和侵扰正使该地区的土地受到损害。
§8.81.3τιμωρίας μὲν δὴ τῶν ἀδικούντων ἕνεκα προὔθεσαν τὰ τοῦ πολέμου σημεῖα, καὶ τὰς δυνάμεις τῆς πόλεως κατέγραφον· οὐ προσιόντων δὲ τῇ καταγραφῇ τῶν ἀπόρων ἀδύνατοι ὄντες τὴν ἐκ τῶν νόμων ἀνάγκην τοῖς ἀπειθοῦσι προσφέρειν·
为了惩罚这些不法之徒,他们挂起了战争的旗帜,并开始征召城中的军队;但是,由于贫民不来参加征兵,他们无法对不服从者施加法律上的强制手段。
προειστήκεσαν γὰρ τοῦ πλήθους οἱ δήμαρχοι καὶ κωλύσειν ἔμελλον, εἴ τις ἐπιχειρήσειεν ἢ τὰ σώματα τῶν ἐκλειπόντων τὴν στρατείαν ἄγειν ἢ τὰ χρήματα φέρειν· ἀπειλαῖς χρησάμενοι πολλαῖς ὡς οὐκ ἐπιτρέψοντες τοῖς ἀνασείουσι τὸ πλῆθος, λεληθυῖαν ὑποψίαν κατέλιπον ὡς δικτάτορα ἀποδείξοντες, ὃς ἔμελλε καταλύσας τὰς ἄλλας ἀρχὰς τὴν τυραννικὴν καὶ ἀνυπεύθυνον μόνος ἕξειν ἐξουσίαν.
因为护民官们站在群众的前头,并且准备阻挠任何企图强行扣留逃避兵役者的身体或征收罚金的行为;执政官们口头发出许多威胁,表示绝不姑息煽动群众的人,同时留下了一个隐秘的疑虑,即他们将任命一位独裁官,此人将废除其他官职,独自掌握僭主式的且不承担责任的绝对权力。
§8.81.4ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον.
当平民们产生这种猜疑时,他们担心执政官会任命冷酷严苛的阿庇乌斯,因而甘愿承受任何痛苦,也不愿让这一情况发生。

词汇与语法注释

  1. 1706δέον — 无人称动词 δεῖ 的中性现在分词,用于“对格绝对(accusative absolute)”结构。它在文脉中引入了让步或对比的语气,意为“尽管他们本应当……(而实际上没有做)”。
  2. p.v.3p.251ἔτυχε ... βλαπτομένη — 动词 τυγχάνω 连用补充性分词的句式。表示动作的发生恰逢其时,即在执政官企图镇压平民的“同一时期,领土恰好正受到侵害”。
  3. 1707ἀδύνατοι ὄντες — 句子结构中途发生变化的“破格(anacoluthon)”现象。主格分词 ἀδύνατοι ὄντες 以及后文的 χρησάμενοι 指代执政官们,但句中插入了由 γάρ 引导的从句,导致主句未能直接承接限定动词,最终不规则地与动词 κατέλιπον 相连。
  4. 1707πάντα πρὸ τούτου — 介词 πρό 带属格,在此处表示比较与偏好(意为“优于”、“宁愿”)。因此 πάντα πρὸ τούτου 意为“宁可承受任何痛苦(以避免此事)”,即平民为了不让阿庇乌斯被任命为独裁官,宁愿忍受一切。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.81.1-8.81.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.81.1-8.81.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。