§8.82.1ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους.
軍勢が召集されると、執政官たちは軍を率いて敵に向かって出撃した。
Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τʼ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους.
こうしてコルネリウスは、ウィエンタノイの領土に侵入し、そこに残されていた略奪品を奪い去った。 その後、ウィエンタノイ人が使節を送ってきたので、身代金と引き換えに彼らに捕虜を解放し、1年間の休戦条約を結んだ。
Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν· ἔπειτʼ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων.
ファビウスはもう一方の軍を率いてアイカノイの領土に侵入し、そこからさらにウォルスコイの領土へと侵入した。
§8.82.2χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν·
ウォルスコイ人は、自分たちの田野が略奪され荒らされるのを、しばらくの間は耐えていた。
ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι.
しかしその後、ローマ人がそれほど多大な軍勢で来ているのではないと軽んじ、アンティアの領地から武器を手にして一斉に救援に出撃した。 彼らの決断は、安全であるというよりはむしろ、性急なものであった。
εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν·
もし彼らが、分散していたローマ人に対して不意に姿を現すのが間に合っていたならば、彼らを大いに敗走させていたことであろう。
νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν.
しかし実際には、執政官が偵察のために派遣した者たちを通じて彼らの接近を事前に察知し、略奪に散らばっていた兵たちを素早い召集によって呼び戻し、戦闘に適した陣形を整えさせた。
§8.82.3τοῖς δὲ Οὐολούσκοις σὺν καταφρονήσει καὶ θάρσει χωροῦσιν, ὡς παρὰ δόξαν ἐφάνη συνεστῶσα ἐν κόσμῳ πᾶσα ἡ τῶν πολεμίων δύναμις, δέος ἐμπίπτει πρὸς τὴν ἀδόκητον ὄψιν, καὶ τοῦ μὲν κοινοῦ τῆς ἀσφαλείας οὐδεμία φροντίς, τῆς δʼ ἰδίας ἑκάστῳ σωτηρίας πρόνοια.
軽蔑と自信を抱いて進軍していたウォルスコイ人にとって、予想に反して敵の全軍が秩序整然と立ち塞がっているのが見えたとき、その予期せぬ光景に対して恐れが生じ、全体の安全への配慮は消え去り、各自が自分自身の生存のみを配慮するようになった。
ὑποστρέψαντες δὴ ὡς εἶχον ἕκαστοι τάχους ἔφευγον ἄλλοι κατʼ ἄλλας ὁδούς·
彼らは反転し、それぞれができる限りの速さで、ある者はこの道、ある者はあの道へと逃走した。
καὶ οἱ μὲν πλείους ἀπεσώθησαν εἰς τὴν πόλιν, ὀλίγον δέ τι στῖφος, ὃ μάλιστα ἦν συντεταγμένον, εἰς ὄρους τινὰ κορυφὴν ἀναδραμὸν καὶ θέμενον ἐνταῦθα τὰ ὅπλα τὴν ἐπιοῦσαν νύκτα διέμενε·
そして大半は都市へ逃げ帰ったが、最も隊列を保っていた少数の部隊は、ある山の頂へと駆け登り、そこに武器を置いて、来たる夜をそこで過ごした。
ταῖς δʼ ἑξῆς ἡμέραις φρουρὰν περιστήσαντος τοῦ ὑπάτου τῷ λόφῳ καὶ πάσας διακλείσαντος ὅπλοις τὰς ἐξόδους, λιμῷ βιασθὲν ὑποχείριον γίνεται καὶ §8.82.4παραδίδωσι τὰ ὅπλα.
続く数日間、執政官がその丘の周囲に守備隊を配置し、すべての出口を武力によって封鎖したため、彼らは飢えに屈して降伏し、武器を引き渡した。
ὁ δʼ ὕπατος τήν τε λείαν, ὅσῃ ἐπέτυχε, καὶ τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους ἀποδόσθαι κελεύσας τοῖς ταμίαις, εἰς τὴν πόλιν ἀπήνεγκε τὸ ἀργύριον.
執政官は、得られた限りの戦利品や、分捕り品、捕虜を財務官たちに売却するよう命じ、その貨幣を市へ持ち帰った。
καὶ μετʼ οὐ πολὺν χρόνον ἀναστήσας τὴν δύναμιν ἐκ τῆς πολεμίας ἀπῆγεν ἐπʼ οἴκου τελευτῶντος ἤδη τοῦ ἔτους.
そしてまもなく、敵地から軍を引き揚げ、年が暮れようとする頃に帰路についた。
ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ἔδοξε τοῖς πατρικίοις ἠρεθισμένον ὁρῶσι τὸν δῆμον καὶ μεταμελόμενον ἐπὶ τῇ Κασσίου καταδίκῃ, διὰ φυλακῆς αὐτὸν ἔχειν, μή τι παρακινήσειε πάλιν εἰς δεκασμῶν ἐλπίδα καὶ κλήρων διανομῆς ὑπαχθεὶς ὑπʼ ἀνδρὸς δημαγωγῆσαι δυνατοῦ τὸ τῆς ὑπατείας λαβόντος ἀξίωμα.
選挙が近づくと、パトリキたちは民衆が苛立ち、カッシウスの有罪判決を悔やんでいるのを見て、彼らを厳しく監視し、民衆を先導する実力のある者が執政官の地位に就くことによって民衆が再び買収の希望や土地分配へと誘惑されて何か不穏な動きを起こさないようにすべきである、と考えた。
ἐφαίνετο δʼ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός.
そして、もし最も平民派でない人物が執政官になるならば、彼らがこれらのことを企てるのを最も容易に阻止できると思われた。
§8.82.5βουλευσάμενοι δὴ τοῦτο κελεύουσι μετιέναι τὴν ὑπατείαν τὸν ἕτερον τῶν κατηγορησάντων τοῦ Κασσίου, Καίσωνα Φάβιον ἀδελφὸν ὄντα τοῦ τότε ὑπατεύοντος Κοΐντου, καὶ ἐκ τῶν ἄλλων πατρικίων Λεύκιον Αἰμίλιον ἄνδρα ἀριστοκρατικόν.
こう決議した彼らは、カッシウスを告発した者の一人で、当時の執政官クイントゥスの兄弟であるカエソ・ファビウスと、他のパトリキの中から貴族主義的な人物であるルキウス・アエミリウスに執政官職へ立候補するよう促した。
τούτων δὲ μετιόντων τὴν ἀρχὴν κωλύειν μὲν οὐχ οἷοί τʼ ἦσαν οἱ δημοτικοί, καταλιπόντες δὲ τὰς ἀρχαιρεσίας ᾤχοντο ἐκ τοῦ πεδίου.
彼らがこの官職を求めて立候補したとき、平民たちはそれを阻止することができず、選挙の場を放棄して立ち去った。
§8.82.6τὸ γὰρ τῆς λοχίτιδος ἐκκλησίας κῦρος ἐν ταῖς ψηφοφορίαις περὶ τοὺς ἐπιφανεστάτους ἦν καὶ τὰ πρῶτα τιμήματα ἔχοντας, καὶ σπάνιόν τι ἦν, ὃ ἐπεκύρουν οἱ διὰ μέσου·
というのも、ヘンタウリア民会の投票における決定権は、最も名声があり、第1階級の財産評価額を持つ者たちの手にあったからであり、中間層の人々が可決するようなことは稀であったからである。
ὁ δὲ τελευταῖος λόχος, ἐν ᾧ τὸ πλεῖστόν τε καὶ ἀπορώτατον τοῦ δημοτικοῦ μέρος ἐψηφοφόρει, μιᾶς, ὡς καὶ πρότερον εἴρηταί μοι, τῆς ἐσχάτης ψήφου κύριος ἦν.
そして、平民のうちで最も多く、かつ最も貧しい部分が投票する最後のヘンタウリアは、私が以前にも述べたように、最後の一票のみを有していたにすぎなかった。