Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.73.1-8.73.5

アッピウスの土地分配反対論と公有地管理の対案

651 / 962 箇所 · ギリシア語

要旨

民会の混乱を恐れた貴族たちが元老院に集まり、アッピウス・クラウディウスが土地分配案に強く反対し、公有地の画定・売却・賃貸による国庫管理を対案として提示する。

§8.73.1ὡς δʼ οὐδὲν ἐγίνετο πέρας, δείσαντες οἱ πατρίκιοι, μὴ ψήφων θʼ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται καὶ ἄλλα, ὅσα φιλεῖ βίαια συμβαίνειν ἐν ταῖς στασιαζούσαις ἐκκλησίαις εἰσφερομένου τοῦ νόμου, συνῆλθον εἰς τὸ συνέδριον ὡς ὑπὲρ ἁπάντων ἅπαξ βουλευσόμενοι.
何の決着もつかなかったので、パトリキたちは、法案が提出される際に、騒然とした民会において起こりがちな投票の強奪や暴力の行使、その他の混乱が生じるのではないかと恐れ、万事について一挙に審議するために元老院に集まった。
§8.73.2Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἴα συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν·
そこでアッピウスが最初に意見を求められ、公有財産を貪ることに慣れた怠惰な群衆は、同居人として厄介で不利益なものとなり、共同の所有地や財産の何一つとして、もはや共同のまま残しておくことを決して許さないだろうと指摘して、民衆に分配を認めるべきではないと主張した。
αἰσχύνης τʼ ἄξιον πρᾶγμα εἶναι λέγων, εἰ Κασσίου κατηγοροῦντες ὡς πονηρὰ καὶ ἀσύμφορα πολιτευομένου καὶ τὸν δῆμον διαφθείροντος, ἔπειτʼ αὐτοὶ κοινῇ γνώμῃ ταῦτʼ ἐπικυρώσουσιν ὡς δίκαια καὶ συμφέροντα· ἐνθυμεῖσθαί τʼ αὐτοὺς ἀξιῶν, ὡς οὐδʼ ἡ χάρις ἡ παρὰ τῶν πενήτων, εἰ τὰ κοινὰ διανείμαιντο τοῖς συγχωρήσασι καὶ ἐπιψηφισαμένοις, ὑπάρξει, ἀλλʼ ἑνὶ τῷ προθέντι τὴν γνώμην Κασσίῳ καὶ δόξαντι ἠναγκακέναι τὴν βουλὴν ἄκουσαν ἐπικυρῶσαι.
また、カッシウスが悪質で不利益な政策を行い民衆を堕落させているとして告発していながら、その後、自分たち自身が共同の意見でこれらを正しく有益なものとして承認するならば、それは恥ずべきことであると言い、さらに、もし共同のものを分配したとしても、貧民たちからの感謝は、それを承認し可決した者たちには向けられず、ひとえに提案を提出して、元老院に望まない承認を強制したと見なされるであろうカッシウス一人に向けられるであろうということを、彼らは熟考すべきであると求めた。
§8.73.3προειπὼν δὴ ταῦτα καὶ παραπλήσια τούτοις ἕτερα τελευτῶν τάδε συνεβούλευσεν·
これらやこれに類する他の事柄を事前に述べた上で、最後に彼は次のように提案した。
ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ἐπελθόντες τὴν δημοσίαν γῆν ἀφοριοῦσι, καὶ εἴ τινα ἐξ αὐτῆς κλέπτοντες ἢ βιαζόμενοί τινες ἰδιῶται κατανέμουσιν ἢ ἐπεργάζονται διαγνόντες ἀποδώσουσι τῷ δημοσίῳ.
最も名誉ある元老院議員の中から10人の者を選出し、彼らが公有地を巡回して境界を定め、もし個人の何人かが、そこから盗み取ったり、不法に占拠したりして分配したり耕作したりしているならば、それを見極めて公有へ返還させる。
τὴν δʼ ὁρισθεῖσαν ὑπʼ ἐκείνων γῆν διαιρεθεῖσαν εἰς κλήρους ὅσους δή τινας καὶ στήλαις εὐκόσμοις διαγραφεῖσαν τὴν μὲν ἀπεμποληθῆναι παρῄνει καὶ μάλιστα περὶ ἧς ἀμφίλογόν τι πρὸς ἰδιώτας ἦν, ὥστε τοῖς ὠνησαμένοις μὴ εἶναι πρὸς τοὺς ἀντιποιησομένους ὑπὲρ αὐτῶν κρίσεις, τὴν δὲ πενταετῆ μισθοῦν χρόνον·
そして、彼らによって画定された土地については、いくつかの区画に分割し、秩序正しい石碑によって境界を明確にした上で、一部を売却することを彼は勧め(特に個人との間で何らかの争いがある土地について。 それは、購入した人々が、それらの土地の権利を主張する者たちとの間で裁判を起こすことのないようにするためであった)、他の一部は5年間の期間で賃貸に出す。
τὸ δὲ προσιὸν ἐκ τῶν μισθώσεων ἀργύριον εἰς τοὺς ὀψωνιασμοὺς τῶν στρατευομένων ἀναλοῦσθαι καὶ εἰς τὰς μισθώσεις ὧν οἱ πόλεμοι χορηγιῶν δέονται·
そして賃貸料から得られる資金は、従軍する兵士たちの俸給に消費され、また、戦争が必要とする様々な補給の支払いに充てられるようにする。
§8.73.4νῦν μὲν γάρ, ἔφησεν, ὁ φθόνος τῶν πενήτων ὁ πρὸς τοὺς πλουσίους, ὅσοι σφετερισάμενοι τὰ κοινὰ διακατέχουσι, δίκαιός ἐστι·
「というのも現在においては」と彼は言った。 「共同のものを不当に私有して所有し続けている金持ちたちに対する貧民たちの怨みは正当なものである。
καἰ οὐθὲν θαυμαστόν, εἰ τὰ κοινὰ πάντας διανείμασθαι μᾶλλον ἀξιοῦσιν, ἢ τοὺς ἀναιδεστάτους τε καὶ ὀλίγους κατέχειν·
そして、共同のものを誰もが分配されることを望む方が、最も恥知らずな少数の者たちが独占しているよりも、まったく驚くに値しない。
ἐὰν δʼ ἀφισταμένους αὐτῆς ὁρῶσι τοὺς νῦν καρπουμένους καὶ τὰ κοινὰ ὄντως κοινὰ γινόμενα, παύσονται φθονοῦντες ἡμῖν, τήν τʼ ἐπιθυμίαν τῆς κατʼ ἄνδρα διανομῆς τῶν ἀγρῶν ἐπανήσουσι μαθόντες, ὅτι λυσιτελεστέρα τῆς μικρᾶς ἑκάστῳ §8.73.5μερίδος ἡ κοινὴ μετὰ πάντων ἔσται κτῆσις.
しかし、現在その恩恵を享受している者たちが、そこから身を引くのを目にし、共同のものが本当に共同のものとなるならば、彼らは我々を怨むのをやめるだろう。 そして、各人が得る小さな割り当て地よりも、皆と共にする共同の所有の方がより有益であることを理解して、土地を一人一人に分配するという要求を緩めるだろう。
διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ τύχοι γείτονας ὀχληροὺς ἔχων οὔτʼ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν διʼ ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει·
我々は彼らに、その違いがいかに大きいかを教えようではないか」と彼は言った。 「貧民の一人一人が小さな土地を受け取ったとしても、万一、厄介な隣人を持つことになった場合、彼自身も困窮のためにそれを耕作する能力がないだろうし、その隣人以外にそれを借りてくれる人を見つけることもできないだろう。
εἰ δὲ μεγάλοι κλῆροι ποικίλας τε καὶ ἀξιολόγους ἔχοντες γεωργοῖς ἐργασίας ὑπὸ τοῦ κοινοῦ μισθοῖντο, πολλὰς οἴσουσι προσόδους·
しかし、もし大きな区画が、農夫たちにとって多様で重要な作業を提供するものであり、共同体によって賃貸されるならば、多くの収入をもたらすだろう。
καὶ ὅτι κρεῖττον αὐτοῖς ἐστιν, ὅταν ἐξίωσιν ἐπὶ τοὺς πολέμους ἐκ τοῦ δημοσίου ταμιείου τὸν ἐπισιτισμόν τε καὶ ὀψωνιασμὸν λαμβάνειν, ἢ ἐκ τῶν ἰδίων οἴκων εἰς τὸ ταμιεῖον ἕκαστον εἰσφέρειν τεθλιμμένων ἔστιν ὅτε τῶν βίων καὶ ἔτι μᾶλλον ἐν τῷ συμπορίζειν τὸ ἀργύριον ἐπιβαρησομένων.
そして彼らにとって、戦争に出征するとき、公の金庫から食糧と俸給を受け取ることの方が、自らの家庭から国庫へと各自が納めることよりも勝っている。 彼らの生活は時に困窮しており、その資金を準備するにあたって、さらに重荷を負わされることになるのであるから。 」

語釈・文法注

  1. 1685δείσαντες ... μὴ ψήφων θʼ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται — 懸念を示す動詞の分詞(δείσαντες)に導かれた、接続法を伴う μὴ 節(γένωνται)。「〜ではないかと恐れて」という恐れの対象(否定的な事態の発生)を表現している。
  2. p.v.3p.238εἰ τὰ κοινὰ διανείμαιντο — 条件節の接続法(希求法過去 διανείμαιντο)は、主節の未来時制(ὑπάρξει)とともに、可能性のある仮定(潜在的条件)を提示しつつ間接話法(ὡς... ὑπάρξει)の枠組みの中に組み込まれている。
  3. 1686ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ... ἀφοριοῦσι — 不定詞 ἑλέσθαι は主節の動詞 συνεβούλευσεν の直接目的語であり、これに続く関係詞節の未来直説法(ἀφοριοῦσι、および後半の ἀποδώσουσι)は目的を表現している(「〜するための十人を選出すること」)。
  4. 1688ὅτι μὴ τὸν γείτονα — 否定小辞と否定接続詞が結合した ὅτι μὴ は、「〜を除いて(except)」あるいは「〜でなければ」を意味する慣用表現。ここでは「隣人以外には(土地の借り手を見出せない)」という意味で用いられている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.73.1-8.73.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.73.1-8.73.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。