§8.74.1ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν·
この意見をアッピウスが提案し、大いに好評を博したと思われた後、二番目に意見を求められたアウルス・センプロニウス・アトラティヌスが以下のように述べた。
Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει.
「私は、アッピウスを今初めて称賛するのではない。 将来のことをずっと前から見通すのに極めて有能であり、最も美しくかつ有益な意見を表明し、決定された事柄において確固として揺るぎなく、恐れに屈することもなく好意に流されることもない人物として、私は常に彼の賢明さと、困難に際して彼が示す気高さに賛嘆し続けているからである。
γνώμην τʼ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει.
私もまた、別の意見ではなく、まさにこの意見を表明するが、アッピウスが省略したと私に思われた事柄を、これに少しだけ付け加えたいと思う。
§8.74.2Ἕρνικας μὲν γὰρ καὶ Λατίνους, οἷς νεωστὶ δεδώκαμεν τὴν ἰσοπολιτείαν, οὐδʼ αὐτὸς οἶμαι δεῖν κληρουχεῖν τὰ ἡμέτερα.
というのも、最近我々が平等の市民権を与えたヘルニキ族とラティウム同盟市民には、我々の土地を分配すべきではないと私自身も考えるからである。
οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰς τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖς ἑαυτῶν κινδύνοις οὐθενὸς ἄλλου προσωφελήσαντος ἀφελόμενοι τοὺς ἐχθρούς.
我々は、彼らが我々との友好関係に入って以来、この土地を獲得して所有しているわけではなく、もっと以前に、自分たち自身の危険において、他の誰も手助けをしてくれなかったときに、敵からこれらを奪い取ったのであるから。
ἀποκρινώμεθά τʼ αὐτοῖς, ὅτι τὰς μὲν πρότερον ὑπαρχούσας ἡμῖν κτήσεις, ὅσας ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίας τε καὶ ἀναφαιρέτους ἑκάστοις δεῖ μένειν, ὅσων δʼ ἄν, ἀφʼ οὗ τὰς συνθήκας ἐποιησάμεθα, κοινῇ στρατεύσαντες ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοις λάχος.
彼らにはこう答えよう。 我々が友好関係を結んだときに、各自が有していたかつての所有地は、各自にとって私有かつ不可分のものとしてとどまるべきであるが、我々が条約を結んで以来、共同して出征し、戦争の結果として手に入れることになるすべての土地については、各自に割り当てられるべき分け前が存在することになる、と。
§8.74.3ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι.
このことは、同盟者たちに対して、不当に扱われているという正当な怒りの口実を与えることもなければ、民衆に対して、彼らが利益になることを名誉あることよりも優先して選んでいるように見なされる懸念を与えることもない。
τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ.
また、公有地の境界画定者となることをアッピウスが求めた人々の選出については、私は全面的に賛成する。
πολλὴν γὰρ ἡμῖν τοῦτʼ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γʼ ἄχθονται κατʼ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται.
このことは民衆に対して我々に大いなる率直さをもたらすからである。 なぜなら現在、彼らは二つの点で不満を抱いている。 一つは自分たち自身が公有地から何も恩恵を受けていないこと、もう一つは我々のうちの何人かが不当にそれらを享受していることである。
ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπʼ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς ἢ τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν.
しかし、もしそれらが公有化され、そこからの収入が公共の必要な事柄に費やされるのを見るならば、土地を分配されるか、それともその土地からの収穫の分配にあずかるか、彼らにとっては何の違いもないと見なすだろう。
§8.74.4ἐῶ γὰρ λέγειν, ὅτι τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν.
というのも、貧民たちの中には、自分自身の利益よりも他人の不利益を喜ぶ者がいるということは言うまでもないからである。
οὐ μὴν ἀποχρῆν γʼ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ διʼ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν·
とはいえ、これら二つのことのそれぞれを議決の中に書き留めるだけで十分だとは私は思わない。 そうではなく、何か他の穏当な配慮によって、民衆を味方に引き入れ、元気づけるべきだと考える。
ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, διʼ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.
それについては、なぜこのことも我々によってなされねばならないのかという、その理由、というよりむしろ必要性をまずあなた方に示した上で、少しのちに述べよう。 」