Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.72.1-8.72.5

ラボレイオスの調停と執政官たちの対立命令

650 / 962 箇所 · ギリシア語

要旨

護民官ラボレイオスが妥協案を示したことで、ウェルギニウスは市民への土地分配のみを容認する姿勢を示し、孤立したカッシウスは民会を解散させて同盟者たちを市内に集める。これに対し、二人の執政官は市外の者たちの立ち退きと残留に関して相反する命令を下す。

§8.72.1τούτοις δὴ τοῖς λόγοις τοῦ Κασσίου θαμινὰ μεταπείθοντος ἐν ταῖς ἐκκλησίαις τὸν ὄχλον παρελθὼν εἷς τῶν δημάρχων, Γάϊος Ῥαβολήιος, ἀνὴρ οὐκ ἄφρων, τήν τε διχοστασίαν τῶν ὑπάτων ὑπέσχετο παύσειν οὐκ εἰς μακράν, καὶ τῷ δήμῳ ποιήσειν φανερόν, ὅ τι χρὴ ποιεῖν.
カッシウスがこれらの言葉で民会において頻繁に群衆を説得していたところ、護民官の一人であるガイウス・ラボレイオスという、愚かではない男が進み出て、執政官たちの対立を間もなく終わらせ、民衆に何をすべきかを明らかにすることを約束した。
ἐπισημασίας δὲ γενομένης αὐτῷ μεγάλης καὶ μετὰ τοῦτο σιωπῆς·
彼に大きな喝采が送られ、その後に沈黙が訪れると、彼は言った。
οὐχὶ ταῦτʼ, εἶπεν, ὦ Κάσσιε, καὶ σὺ Οὐεργίνιε, τὰ κεφάλαιά ἐστι τοῦ νόμου;
「カッシウスよ、そしてウェルギニウスよ、これらがこの法律の主要な論点ではないか。
ἓν μέν, εἰ χρὴ τὴν δημοσίαν γῆν κατʼ ἄνδρα διανεμηθῆναι, ἕτερον δʼ, εἰ χρὴ καὶ Λατίνους καὶ Ἕρνικας μέρος αὐτῆς λαβόντας ἔχειν;
一つは、公有地を一人一人に分配すべきかどうかであり、もう一つは、ラティニ人やヘルニキ人もその一部を受け取って所有すべきかどうかである」。
ὁμολογησάντων δʼ αὐτῶν· §8.72.2εἶεν δή·
彼らがこれに同意すると、「よろしい。
σὺ μέν, εἶπεν, ὦ Κάσσιε, ἀμφότερα ταῦτʼ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, ὦ Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς.
カッシウスよ、あなたは民衆にこれら両方を議決するよう求めている。 しかしウェルギニウスよ、神々に誓って我々に言ってくれ。
Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, ἢ καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά;
あなたはカッシウスの提案のうち、同盟者に関する片方の部分を、ヘルニキ人やラティニ人を我々と同等に分配にあずからせるべきではないと考えて無効にしようとしているのか、それとも、我々自身にすら共同の土地を分配すべきではないと主張して、もう一方の部分までをも無効にしようとしているのか。
ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος.
何も隠さずに、この点について答えてくれ」。
§8.72.3εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας ὁ δήμαρχος εἰς τὸν ὄχλον εἶπεν·
ウェルギニウスが、ラティニ人とヘルニキ人の平等な分配には反対するが、市民に関する部分については、もし全員が望むなら分配されることを認める、と言ったので、護民官は群衆の方を向いて言った。
ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δʼ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δʼ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, ὃ μὲν δίδοται δοται παρʼ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δʼ ἀμφισβητοῦσιν,
「それならば、提案の一方の部分は両執政官の意見が一致しており、もう一方の部分は片方から反対されているのだから、また、両者は同等の権限を持っており、一方が他方を強制することはできないのだから、両者から合意されている部分は、今すぐ受け取ろう。
§8.72.4ἀναβαλώμεθα.
彼らが争っている部分については、延期することにしよう」。
ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, ὅ τι χρὴ πράττειν, ὁ Κάσσιος καὶ οὔτʼ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπʼ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δʼ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλʼ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον·
群衆が、彼が最善の提案をしたと喝采を送り、対立の原因となっている部分を法案から除外することを求めたので、どうすべきか途方に暮れ、提案を撤回するつもりもなく、さりとて護民官たちが反対する中でそれを維持することもできないカッシウスは、その時は民会を解散した。 しかしその後の数日間、病気を口実にして、もはや広場へは下りていかず、邸内に留まって、力ずくかつ暴力的な多数決によって法律を承認させようと画策した。
καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν.
そして、投票のために、ラティニ人とヘルニキ人をできるだけ多く呼び寄せた。
§8.72.5οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ διʼ ὀλίγου μεστὴ ξένων ἦν ἡ πόλις.
彼らは大挙して集まり、間もなく市内は外国人でいっぱいになった。
ταῦτα μαθὼν ὁ Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν.
これを知ったウェルギニウスは、市内に居住していない者たちに対し、短い猶予期限を定めて、立ち去るよう路地で布告させるよう命じた。
ὁ δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ ὁ νόμος.
一方、カッシウスはそれとは反対の布告を命じ、等しい市民権を共有する者たちは法律が承認されるまで留まるよう求めた。

語釈・文法注

  1. 8.72.1τοῦ Κασσίου ... μεταπείθοντος — 属格絶対(genitive absolute)。動名詞的に訳すことも可能だが、ここでは一時的な状況背景(「カッシウスが~説得していたところ」)を示す。先頭の `τούτοις δὴ τοῖς λόγοις` は `μεταπείθοντος` にかかる手段の与格(「これらの言葉によって」)。
  2. 8.72.2θάτερον μόνον — 対格中性単数形。`ἕτερος`(二つのうちの一方)に冠詞がついた `τὸ ἕτερον` の縮約形。カッシウスが提案した2つの論点(市民への土地分配と、同盟者への土地分配)のうち、「市民への分配(もう一方の部分)」を指す。`καὶ θάτερον μόνον` で「もう一方の部分までも単独で(=市民への分配そのものをも)無効にするのか」という意味になる。
  3. 8.72.3τὸ δὲ κατὰ τοὺς πολίτας... συγχωρεῖν — 主格の属格絶対 `εἰπόντος τοῦ Οὐεργινίου`(ウェルギニウスが言ったので)に導かれる間接話法内の構造。不定詞 `ἀντιλέγειν`(反対する)と `συγχωρεῖν`(許容する)が並列されている。`τὸ δὲ κατὰ τοὺς πολίτας` は `συγχωρεῖν` の対格主語(あるいは関係する対格名詞句)として働き、「市民に関する部分については(分配されることを)容認する」という意味を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.72.1-8.72.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.72.1-8.72.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。