Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.73.1-8.73.5

阿庇乌斯反对土地分配与公地管理替代方案

第 651 段,共 962 段 · 希腊语

内容简介

因担心大会发生混乱,贵族们聚集在元老院。阿庇乌斯·克劳狄乌斯强烈反对土地分配,并提出划定、出售和租赁公有地以管理公共资金的替代方案。

§8.73.1ὡς δʼ οὐδὲν ἐγίνετο πέρας, δείσαντες οἱ πατρίκιοι, μὴ ψήφων θʼ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται καὶ ἄλλα, ὅσα φιλεῖ βίαια συμβαίνειν ἐν ταῖς στασιαζούσαις ἐκκλησίαις εἰσφερομένου τοῦ νόμου, συνῆλθον εἰς τὸ συνέδριον ὡς ὑπὲρ ἁπάντων ἅπαξ βουλευσόμενοι.
由于没有任何结果,贵族们担心在提出法律时,在混乱的大会中会发生抢夺选票、动手斗殴以及其他往往会发生的暴力行为,于是聚集在元老院大厅,以便对所有事情进行一次性商讨。
§8.73.2Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἴα συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν·
因此,阿庇乌斯第一个被询问意见,他不同意将土地分配给民众,指出一个习惯于侵吞公有财产的闲散群众将成为一个麻烦且无益的同住者,并且绝不会再允许任何共同财产(无论是土地还是金钱)继续保持共有。
αἰσχύνης τʼ ἄξιον πρᾶγμα εἶναι λέγων, εἰ Κασσίου κατηγοροῦντες ὡς πονηρὰ καὶ ἀσύμφορα πολιτευομένου καὶ τὸν δῆμον διαφθείροντος, ἔπειτʼ αὐτοὶ κοινῇ γνώμῃ ταῦτʼ ἐπικυρώσουσιν ὡς δίκαια καὶ συμφέροντα·
他说,如果他们一方面指责卡西乌斯推行恶劣且有害的政策并腐蚀民众,另一方面自己又通过共同决议批准这些措施,认为它们是公正和有利的,那将是一件可耻的事情。
ἐνθυμεῖσθαί τʼ αὐτοὺς ἀξιῶν, ὡς οὐδʼ ἡ χάρις ἡ παρὰ τῶν πενήτων, εἰ τὰ κοινὰ διανείμαιντο τοῖς συγχωρήσασι καὶ ἐπιψηφισαμένοις, ὑπάρξει, ἀλλʼ ἑνὶ τῷ προθέντι τὴν γνώμην Κασσίῳ καὶ δόξαντι ἠναγκακέναι τὴν βουλὴν ἄκουσαν ἐπικυρῶσαι.
他要求他们牢记,即使将共同财产进行分配,穷人们的感激之情也不会属于那些让步并投票赞成的人,而只会完全属于提出这一法案并被认为强迫元老院违心批准的卡西乌斯一人。
§8.73.3προειπὼν δὴ ταῦτα καὶ παραπλήσια τούτοις ἕτερα τελευτῶν τάδε συνεβούλευσεν· ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ἐπελθόντες τὴν δημοσίαν γῆν ἀφοριοῦσι, καὶ εἴ τινα ἐξ αὐτῆς κλέπτοντες ἢ βιαζόμενοί τινες ἰδιῶται κατανέμουσιν ἢ ἐπεργάζονται διαγνόντες ἀποδώσουσι τῷ δημοσίῳ.
在预先说了这些以及其他类似的话之后,他最后提出了如下建议:从最受尊敬的元老院议员中选出十人,由他们巡视公有地并划定其边界,如果有一些私人通过盗窃或强占正在占有或耕作其中的任何部分,他们应予以裁决并归还给公众。
τὴν δʼ ὁρισθεῖσαν ὑπʼ ἐκείνων γῆν διαιρεθεῖσαν εἰς κλήρους ὅσους δή τινας καὶ στήλαις εὐκόσμοις διαγραφεῖσαν τὴν μὲν ἀπεμποληθῆναι παρῄνει καὶ μάλιστα περὶ ἧς ἀμφίλογόν τι πρὸς ἰδιώτας ἦν, ὥστε τοῖς ὠνησαμένοις μὴ εἶναι πρὸς τοὺς ἀντιποιησομένους ὑπὲρ αὐτῶν κρίσεις, τὴν δὲ πενταετῆ μισθοῦν χρόνον· τὸ δὲ προσιὸν ἐκ τῶν μισθώσεων ἀργύριον εἰς τοὺς ὀψωνιασμοὺς τῶν στρατευομένων ἀναλοῦσθαι καὶ εἰς τὰς μισθώσεις ὧν οἱ πόλεμοι χορηγιῶν δέονται·
他建议将他们划定的土地分成若干个区画,并用整齐的石碑标明边界,其中一部分予以出售,特别是那些与私人有争议的土地,以便购买者不会与那些对其提出权利要求的人发生诉讼,另一部分则以五年为期进行租赁;而租赁所得的资金应分配用于服役士兵的俸给,以及战争所需的各项物资供应。
§8.73.4νῦν μὲν γάρ, ἔφησεν, ὁ φθόνος τῶν πενήτων ὁ πρὸς τοὺς πλουσίους, ὅσοι σφετερισάμενοι τὰ κοινὰ διακατέχουσι, δίκαιός ἐστι· καἰ οὐθὲν θαυμαστόν, εἰ τὰ κοινὰ πάντας διανείμασθαι μᾶλλον ἀξιοῦσιν, ἢ τοὺς ἀναιδεστάτους τε καὶ ὀλίγους κατέχειν·
“因为现在,”他说,“穷人对那些篡夺并占有共同财产的富人的怨恨是合理的;而且,他们要求所有人共享共同财产,而不是由少数最无耻的人占有,这一点也不奇怪。
ἐὰν δʼ ἀφισταμένους αὐτῆς ὁρῶσι τοὺς νῦν καρπουμένους καὶ τὰ κοινὰ ὄντως κοινὰ γινόμενα, παύσονται φθονοῦντες ἡμῖν, τήν τʼ ἐπιθυμίαν τῆς κατʼ ἄνδρα διανομῆς τῶν ἀγρῶν ἐπανήσουσι μαθόντες, ὅτι λυσιτελεστέρα τῆς μικρᾶς ἑκάστῳ §8.73.5μερίδος ἡ κοινὴ μετὰ πάντων ἔσται κτῆσις.
但是,如果他们看到那些现在享有它的人退出,而共同财产真正成为共有的,他们就会停止怨恨我们,并且会放宽对按人分配土地的要求,因为他们明白,与大家共同拥有的公共财产对每个人来说,将比一小块土地更有利。
διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ τύχοι γείτονας ὀχληροὺς ἔχων οὔτʼ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν διʼ ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει· εἰ δὲ μεγάλοι κλῆροι ποικίλας τε καὶ ἀξιολόγους ἔχοντες γεωργοῖς ἐργασίας ὑπὸ τοῦ κοινοῦ μισθοῖντο, πολλὰς οἴσουσι προσόδους·
因为让我们向他们表明,”他说,“这其中的差别有多大,以及穷人中的每一个人,在分得一小块土地后,如果碰巧遇到了麻烦的邻居,不仅由于贫困自己无力耕作,而且除了他的邻居之外,也找不到任何人来承租它;而如果由公众租赁的大片土地能够为农夫们提供多样且重要的工作,它们将带来丰厚的收入。
καὶ ὅτι κρεῖττον αὐτοῖς ἐστιν, ὅταν ἐξίωσιν ἐπὶ τοὺς πολέμους ἐκ τοῦ δημοσίου ταμιείου τὸν ἐπισιτισμόν τε καὶ ὀψωνιασμὸν λαμβάνειν, ἢ ἐκ τῶν ἰδίων οἴκων εἰς τὸ ταμιεῖον ἕκαστον εἰσφέρειν τεθλιμμένων ἔστιν ὅτε τῶν βίων καὶ ἔτι μᾶλλον ἐν τῷ συμπορίζειν τὸ ἀργύριον ἐπιβαρησομένων.
而且对他们来说,当他们出征打仗时,从公共金库领取粮食和俸给,要比在生活有时窘迫的情况下从自己家里向金库交纳(税款)要好,因为在筹集这笔资金时,他们将承受更沉重的负担。 ”

词汇与语法注释

  1. 1685δείσαντες ... μὴ ψήφων θʼ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται — 由表示担忧的动词分词(*deisantes*)所引导的带虚拟语气(*genōntai*)的 *mê* 从句,表示担心的内容(发生否定性事件)。
  2. p.v.3p.238εἰ τὰ κοινὰ διανείμαιντο — 条件从句中的 optative 语气(*dianeimainto*)与主句中的将来时(*hyparxei*)并用,在由 *hōs* 引导的间接引语框架中表示一种潜在的假设条件。
  3. 1686ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ... ἀφοριοῦσι — 不定式 *helesthai* 作为主句动词 *synebouleusen* 的直接宾语,其后带将来直说法的关系从句(*aphoriousi* 和 *apodōsousi*)表示目的(“选出十名……以划定……的人”)。
  4. 1688ὅτι μὴ τὸν γείτονα — 短语 *hoti mê* 是一个表示“除了……之外”或“除非”的惯用表达,此处指除了邻居之外,找不到其他人来承租土地。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.73.1-8.73.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.73.1-8.73.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。