§8.71.1εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον.
したがって、彼がまだ話している最中に、すぐに大きな騒ぎが起こり、全員が立腹してその演説に耐えかねた。
ἐπειδὴ δʼ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δʼ Ἄππιος Κλαύδιος·
彼が話し終えると、同僚執政官のウェルギニウスは、彼が内乱をもたらしているとして激しく非難し、他の元老院議員のうち最も高齢で最も重んじられている人々、とりわけアッピウス・クラウディウスもこれに加わった。
καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ αἴσχιστα κατʼ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν.
そして夜遅くまで、彼らは激昂し、互いに対して最も恥ずべき罵言を浴びせ続けた。
§8.71.2ταῖς δὲ κατόπιν ἡμέραις ὁ μὲν Κάσσιος ἐκκλησίας συνεχεῖς ποιούμενος ἐξεδημαγώγει τὸ πλῆθος, καὶ τοὺς ὑπὲρ τῆς κληρουχίας λόγους εἰσέφερε, καὶ πολὺς ἦν ἐν ταῖς κατηγορίαις τῶν ἀντιπραττόντων.
その後の日々、カッシウスは民会を絶えず開催して民衆を扇動し、土地分配に関する提案を行い、反対者たちへの非難に終始した。
ὁ δʼ Οὐεργίνιος τὴν βουλὴν ὁσημέραι συνάγων μετὰ κοινῆς γνώμης τῶν πατρικίων ἀντιπαρεσκευάζετο φυλακάς τε καὶ κωλύσεις νομίμους.
一方、ウェルギニウスは連日元老院を招集し、パトリキたちの合意を得て、守備兵と法的な阻止手段を対抗準備していた。
§8.71.3καὶ ἦν στῖφος ἑκατέρῳ τῶν παρακολουθούντων τε καὶ φυλακὴν τῷ σώματι παρεχόντων πολύ·
そして両者のそれぞれに、付き従いその身辺を警護する多数の群衆がいた。
τὸ μὲν ἄπορον καὶ ῥυπαρὸν καὶ πάντα τολμᾶν πρόχειρον ὑπὸ τῷ Κασσίῳ τεταγμένον, τὸ δʼ εὐγενέστατόν τε καὶ καθαρώτατον ὑπὸ τῷ Οὐεργινίῳ.
貧しく見すぼらしく、どんな暴挙にも及ぶ準備ができている者たちがカッシウスの下に配属され、最も高貴で最も健全な者たちがウェルギニウスの下に配属されていた。
§8.71.4τέως μὲν οὖν τὸ χεῖρον ἐν ταῖς ἐκκλησίαις ἐπεκράτει μακρῷ θατέρου προὔχον, ἔπειτα ἰσόρροπον ἐγένετο προσνειμάντων ἑαυτοὺς τῶν δημάρχων τῇ κρείττονι μοίρᾳ·
しばらくの間は、質の悪い側が民会においてもう一方をはるかに凌駕して優勢を誇っていたが、その後、護民官たちがより優れた側に味方したため、勢力は拮抗した。
τάχα μὲν καὶ διὰ τὸ μὴ δοκεῖν ἄμεινον εἶναι τῇ πόλει δεκασμοῖς τʼ ἀργυρίου καὶ διανομαῖς τῶν δημοσίων διαφθειρόμενον τὸ πλῆθος ἀργὸν καὶ πονηρὸν εἶναι, τάχα δὲ καὶ διὰ τὸν φθόνον, ὅτι τῆς φιλανθρωπίας ταύτης οὐκ αὐτοὶ ἦρξαν οἱ τοῦ δήμου προεστηκότες, ἀλλʼ ἕτερος·
それはおそらく、金銭による買収や公有物の分配によって腐敗した民衆が怠惰で邪悪になることが、国家にとって良くないと判断されたからでもあり、あるいはまた、この慈恵の施策を始めたのが、民衆の指導者である自分たちではなく他者であることへの嫉妬のためでもあった。
οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο τὸ δέος, ὃ πρὸς τὴν αὔξησιν τοῦ ἀνδρὸς ἐλάμβανον μείζονα γενομένην ἢ τῇ πόλει συνέφερεν.
さらに、その男の台頭が国家の利益を超えるほどに巨大なものとなることに対して彼らが抱いた恐怖のためであったと考えても、何ら差し支えない。
§8.71.5ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν.
そこで彼らはもはや民会において、カッシウスによって提案された法律に全力で反対し、民衆に対し、多くの戦争を通じて獲得したものを、ローマ人だけで分配するのではなく、戦争に参加しなかったラティニ人たちや、最近友好関係に入ったばかりのヘルニキ人(彼らは戦争によって服従させられたのだから、自分たちの土地を奪われないだけで満足すべきであった)に同等に分け与えさせるのは正しくないと説いた。
§8.71.6ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθʼ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δʼ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν ὁμοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν.
民衆はこれを聞いて、もしヘルニキ人やラティニ人と共に分配するならば、公有地から各人に与えられる分け前はごくわずかで考慮に値しないものになるだろうということを考慮して、ある時は護民官たちの言葉に同意したが、またある時は、護民官たちは自分たちをパトリキに裏切っており、ヘルニキ人やラティニ人の平等な分配というもっともらしい口実を阻止のための言い訳にしているのだとする、民衆の歓心を買うカッシウスの説得に屈した。 カッシウス自身は、貧しい人々の安全のため、また誰かが与えられたものを奪おうとした場合にそれを阻止するために、この平等な分配を法律に含めたのだと語っており、多数の者たちにとっては、わずかなものを得て皆で等しく保持する方が、多くのものを期待してすべてを失うことよりも良く、かつ安全であると考えていたのである。