Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.71.1-8.71.6

维尔吉尼乌斯与护民官的反抗及民众动摇

第 649 段,共 962 段 · 希腊语

内容简介

卡西乌斯的土地分配提案遭到元老院、同僚执政官维尔吉尼乌斯以及护民官们的强烈反对,护民官因各种动机加入了贵族一方。民众因担心分得的份额减少而一度赞同护民官,但在卡西乌斯的巧言煽动下依然摇摆不定。

§8.71.1εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον.
因此,就在他还在说话时,现场立刻一片混乱,所有人都不满且无法忍受他的发言。
ἐπειδὴ δʼ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δʼ Ἄππιος Κλαύδιος· καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ αἴσχιστα κατʼ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν.
当他结束时,他的同僚执政官维尔吉尼乌斯对他进行了严厉的控诉,指责他引入内乱,其他元老院议员中最年长、最受尊敬的人,尤其是阿庇乌斯·克劳狄乌斯,也纷纷加入;直到很晚,他们都处于愤怒之中,继续用最可耻的言语互相羞辱。
§8.71.2ταῖς δὲ κατόπιν ἡμέραις ὁ μὲν Κάσσιος ἐκκλησίας συνεχεῖς ποιούμενος ἐξεδημαγώγει τὸ πλῆθος, καὶ τοὺς ὑπὲρ τῆς κληρουχίας λόγους εἰσέφερε, καὶ πολὺς ἦν ἐν ταῖς κατηγορίαις τῶν ἀντιπραττόντων.
在此后的日子里,卡西乌斯通过连续召开大会来争取民众的欢心,提出关于分配土地的法案,并极力指责反对者。
ὁ δʼ Οὐεργίνιος τὴν βουλὴν ὁσημέραι συνάγων μετὰ κοινῆς γνώμης τῶν πατρικίων ἀντιπαρεσκευάζετο φυλακάς τε καὶ κωλύσεις νομίμους.
而维尔吉尼乌斯则每日召集元老院,在贵族们的共同赞同下,准备着防范措施和合法的阻挠手段。
§8.71.3καὶ ἦν στῖφος ἑκατέρῳ τῶν παρακολουθούντων τε καὶ φυλακὴν τῷ σώματι παρεχόντων πολύ· τὸ μὲν ἄπορον καὶ ῥυπαρὸν καὶ πάντα τολμᾶν πρόχειρον ὑπὸ τῷ Κασσίῳ τεταγμένον, τὸ δʼ εὐγενέστατόν τε καὶ καθαρώτατον ὑπὸ τῷ Οὐεργινίῳ.
两人的身边都有庞大的随从队伍来保护他们的安全:那些贫困、邋遢且准备好铤而走险的人被归入卡西乌斯麾下,而那些最尊贵、最廉洁的人则归入维尔吉尼乌斯麾下。
§8.71.4τέως μὲν οὖν τὸ χεῖρον ἐν ταῖς ἐκκλησίαις ἐπεκράτει μακρῷ θατέρου προὔχον, ἔπειτα ἰσόρροπον ἐγένετο προσνειμάντων ἑαυτοὺς τῶν δημάρχων τῇ κρείττονι μοίρᾳ·
起初,较差的一方在大会中占了上风,远远超过了另一方,但随后由于平民护民官加入了较好的一派,局势变得均衡。
τάχα μὲν καὶ διὰ τὸ μὴ δοκεῖν ἄμεινον εἶναι τῇ πόλει δεκασμοῖς τʼ ἀργυρίου καὶ διανομαῖς τῶν δημοσίων διαφθειρόμενον τὸ πλῆθος ἀργὸν καὶ πονηρὸν εἶναι, τάχα δὲ καὶ διὰ τὸν φθόνον, ὅτι τῆς φιλανθρωπίας ταύτης οὐκ αὐτοὶ ἦρξαν οἱ τοῦ δήμου προεστηκότες, ἀλλʼ ἕτερος· οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο τὸ δέος, ὃ πρὸς τὴν αὔξησιν τοῦ ἀνδρὸς ἐλάμβανον μείζονα γενομένην ἢ τῇ πόλει συνέφερεν.
这或许是因为他们认为,因金钱贿赂和分配公产而腐败的民众变得游手好闲和邪恶,对城邦并无好处;或许也是因为嫉妒,因为发起这项善举的不是他们这些民众的领袖,而是另一个人;而且也没有什么能阻止我们认为,这也是因为他们对该人势力的增长感到恐惧,其势力的增长已经超出了对城邦有利的范围。
§8.71.5ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν.
因此,这些人如今在大会中全力反对卡西乌斯所提出的法律,教导民众说,将经过许多次战争获得的土地不单分配给罗马人,反而让没有参与战争的拉丁人,以及新近建立友好关系的赫尔尼基人(他们是通过战争被征服的,能不被剥夺自己的土地就该满足了)与他们平分,这是不公正的。
§8.71.6ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθʼ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δʼ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν ὁμοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν.
民众听了这些话,有时会赞同护民官的说法,考虑到如果要与赫尔尼基人和拉丁人平分,那么每个人从公有地中分得的份额将微不足道、不值一提;但有时他们又会被煽动群众的卡西乌斯说服,认为护民官是在背叛他们、投靠贵族,并将与赫尔尼基人和拉丁人平等分配作为他们阻挠的体面借口。 卡西乌斯自己声称,为了穷人的保障,并为了阻止任何人有朝一日企图夺走已给予他们的东西,他才将这一分配写入法律,他认为对于大多数人来说,得到较少的东西并共同拥有,比期待得到很多却最终满盘皆输要更好、更安全。

词汇与语法注释

  1. ¦1679¦ὡς στάσιν εἰσάγοντος — 连词 ὡς 与属格独立分词结构(省略了 εἰσάγοντος 的语义主语 Cassius)连用,表示主句主语(维尔吉尼乌斯)所控诉的主观理由。
  2. §8.71.2πολὺς ἦν — 形容词 πολύ斯 作为主语的谓语,与介词短语(ἐν ταῖς κατηγορίαις)连用,是一种习惯用法,表示“在……中非常活跃”或“花了很多气力在……上”。
  3. §8.71.4οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο — 使用了无人称动词 κωλύει(“阻碍”),字面意思是“没有什么能阻止[我们认为]也是因为这个原因(διὰ τοῦτο)”,用以引入一个同样十分合理的解释。
  4. ¦1682¦ὡς προδιδόντων ... τῶν δημάρχων — 连词 ὡς 与属格独立分词结构(名词 τῶν δημάρχων 和现在分词 προδιδόντων)连用,表示卡西乌斯用来向民众灌输的主观口实。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.71.1-8.71.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.71.1-8.71.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。