§8.69.1ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν ὁ Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον ἢ τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτʼ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν.
元老院がこれらを議決したとき、カッシウスは市へと帰還し、最大級の諸民族を屈服させたかのように、二度目の凱旋式を挙行することを求めた。 その栄誉を正当な権利によって得るというよりは、むしろ好意によって奪い取ろうとする形で。 彼は、攻城戦によって力づくで都市を陥落させたわけでもなく、野戦において敵の軍勢を敗走させたわけでもなく、凱旋式を飾るべき捕虜や戦利品を持ち帰る見込みもなかったのである。
τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον ἤνεγκε.
それゆえ、この行為は彼に、傲慢であるという評判と、もはや他の同等の人々と同じように考えることをしないという、最初の悪名をもたらすことになった。
§8.69.2διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας·
自分自身に凱旋式が授与されるように取り計らったのち、ヘルニキ人との協定を公表した。
αὗται δʼ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφʼ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ διʼ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξιοῦντες τῆς ἴσης τιμῆς τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδʼ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλʼ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας.
これらはラティニ人との間に結ばれた条約の写しであり、これに対して、最も年長で最も尊敬される者たちは大いに憤慨し、彼を疑いの目で見るようになった。 異民族であるヘルニキ人が、同族であるラティニ人と同等の名誉を得ることはふさわしくないと考え、また、多くの好意の行為を示してきた者たちと同じ寛大な待遇に、何一つ善いことを行っていない者たちが預かるのもふさわしくないと考え、さらに、元老院から名誉を授けられながら、元老院に対してそれ相応の敬意を払い戻さなかった彼の不遜さに腹を立てた。 彼は元老院議員たちの共同の合意を得ることなく、自分が良いと思うように起草して協定を公表したからである。
§8.69.3ἦν τʼ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον·
実に、多くの点で幸運を得るということは、人間にとって危うく、かつ不利益なものである。
αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν·
なぜなら、それは多くの人々にとって、知らぬ間に愚かな思い上がりの原因となり、人間の本性を踏み越えるような欲望の源となるからである。
ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη.
そして、まさにこのことがあの男にも起こった。
τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον·
彼は3回の執政官職と2回の凱旋式によって、当時の人々の中で唯一、国家から栄誉を与えられていたが、自分自身をより尊大に処し、君主制的な権力への欲望を抱くようになった。
ἐνθυμούμενος δʼ ὅτι τοῖς βασιλείας ἢ τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς ἡ τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο·
そして、王位や僭主の地位を熱望する者たちにとって、最も容易で最も安全な道は、民衆を何らかの恩恵によって手なずけ、与える者の手から公有財産を糧として受け取ることに慣れさせる道であると考え、この道へと向かった。
καὶ αὐτίκα οὐθενὶ προειπών· ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν.
そして直ちに、誰にも予告することなく――というのも、放置され、最も富裕な者たちによって占有されている広大な公有地があったからであるが――この土地を民衆に分配することを決意した。
§8.69.4καὶ εἰ μὲν ἄχρι τοῦδʼ ἐλθὼν ἠρκέσθη, τάχʼ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε·
そして、もし彼がここまでで満足していたならば、おそらく彼の企ては思い通りに進んだであろう。
νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη.
しかし実際には、より多くのものを求めたために、彼は小さからぬ党争を引き起こし、そこから彼にとって不幸な最期がもたらされることになった。
Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη.
というのも、彼はラティニ人を土地の分配登録に含めることを要求し、また最近国制に受け入れられたヘルニキ人も同様に含め、これら二つの民族を自分に忠実なものにしようとしたからである。