§8.68.1οἱ δὲ παρὰ τούτων τὴν ὑπατείαν παραλαβόντες Πόπλιος Οὐεργίνιος καὶ Σπόριος Κάσσιος τρίτον τότʼ ἀποδειχθεὶς ὕπατος, τάς τε πολιτικὰς καὶ τὰς συμμαχικὰς ἀναλαβόντες δυνάμεις ἐξῆγον εἰς τὴν ὕπαιθρον, Οὐεργίνιος μὲν ἐπὶ τὰς Αἰκανῶν πόλεις, Κάσσιος δʼ ἐπὶ τὰς Ἑρνίκων τε καὶ Οὐολούσκων, κλήρῳ διαλαχόντες τὰς ἐξόδους.
彼らから執政官職を引き継いだプブリウス・ウェルギニウスと、当時3回目の執政官に指名されていたスポリウス・カッシウスは、市民兵と同盟兵の軍勢を率いて野外へ進軍させたが、くじ引きで遠征先を分担し、ウェルギニウスはアイカニ人の都市へ、カッシウスはヘルニキ人およびウォルスキ人のもとへと向かった。
Αἰκανοὶ μὲν οὖν ὀχυρώσαντες τὰς πόλεις καὶ τὰ πλείστου ἄξια ἐκ τῶν ἀγρῶν ἀνασκευασάμενοι τήν τε γῆν περιεώρων δῃουμένην καὶ τὰς αὐλὰς ἐμπιμπραμένας, ὥστε κατὰ πολλὴν εὐπέτειαν ὁ Οὐεργίνιος ὅσην ἐδύνατο πλείστην αὐτῶν γῆν κείρας τε καὶ λωβησάμενος, ἐπειδὴ οὐδεὶς ὑπὲρ αὐτῆς ἐξῄει μαχούμενος ἀπῆγε τὴν στρατιάν.
そこで、アイカニ人たちは自らの都市を要塞化し、田野から最も価値のある財産を運び出しておいたので、土地が略奪され、農家が焼き払われるのを静観していた。 その結果、ウェルギニウスは極めて容易に、彼らの土地をできる限り広く荒廃させ損なうと、誰もその土地のために戦おうと出てこなかったため、軍を引き揚げた。
§8.68.2Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφʼ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις·
カッシウスが遠征したウォルスキ人とヘルニキ人は、領土が略奪されるのを静観しようと決意し、都市へと逃げ込んだ。
οὐ μὴν ἔμεινάν γʼ ἐν τοῖς ἐγνωσμένοις χώρας τʼ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους·
しかし、肥沃な土地が略奪されるのに対して、それを二度と容易には回復できないと考えたため哀れみの情に駆られ、また逃げ込んだ防壁がそれほど堅固でないことを不安に思ったため、決意を維持することはなく、戦争の終結を懇願するために執政官のもとへ使節を派遣した。
Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες·
ウォルスキ人が先であり、彼らは執政官が彼らに課した額の金を支払い、また軍勢に必要な他のすべてのものを供給したため、より迅速に和平を得た。
καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων.
そして彼らは、もはや対等な権利を何一つ要求することなく、ローマ人の臣民となることに同意した。
§8.68.3Ἕρνικες δʼ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον.
ヘルニキ人は後から、自分たちが孤立したのを知ると、執政官と和平および友好について交渉した。
ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατʼ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας·
一方、カッシウスは使節たちに対してまず彼らに対する激しい非難を並べ立て、彼らが征服され服従した者としての務めを果たして初めて、友好について交渉すべきであると言った。
τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατʼ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν.
使節たちが、可能なこと、また適度なことを行うと答えると、彼は彼らに対し、兵士たちの給与として慣習的に支払われる6ヶ月分の手当に相当する金と、毎月の食糧を差し出すよう命じた。
§8.68.4ἕως δʼ ἂν ταῦτʼ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου.
そして彼らがこれらを用意できるまでの間、日数を定めて、彼らに休戦を与えた。
ὑπηρετησάντων δʼ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν.
ヘルニキ人が速やかにかつ熱意を持ってこれらすべてを供給し、さらに友好について交渉する者たちを再び派遣したため、カッシウスは彼らを称賛し、元老院へと送り届けた。
τοῖς δʼ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δʼ ἂν ἐκείνῳ δόξῃ, τοῦτʼ εἶναι σφίσι κύριον.
元老院の者たちは大いに討議した結果、彼らを友好関係に受け入れることを決定したが、どのような条件で彼らとの条約が結ばれるべきかについては、執政官カッシウスが決定し確立することとし、彼が決議したことはすべて自分たちにとっても有効であると定めた。