§8.69.1ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν ὁ Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον ἢ τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτʼ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν.
当元老院对此做出决议后,卡西乌斯回到城内,要求举行第二次凯旋式,仿佛他已经征服了最庞大的民族,他宁可凭恩宠去攫取这份荣誉,也不愿凭正当权利来获得。 他既没有在围城战中强攻下任何城市,也没有在野战中击溃敌人的军队,甚至根本无法带回用以装点凯旋式的俘虏和战利品。
τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον ἤνεγκε.
因而,这一举动首次为他带来了傲慢无礼的名声,以及他不再与其他人平等共处的评价。
§8.69.2διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας·
在设法使自己获得凯旋式的荣誉之后,他公布了与赫尔尼基人达成的协定。
αὗται δʼ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφʼ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ διʼ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξιοῦντες τῆς ἴσης τιμῆς τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδʼ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλʼ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας.
这一协定是与拉丁人所立条约的翻版,最年长和最受尊敬的议员们对此大为愤怒,并开始怀疑他,他们认为,异族的赫尔尼基人不能享有与同族的拉丁人同等的荣誉,也不认为那些未立寸功的人应该与展现出诸多善意的人共同享有同样的好处;同时,他们对这个人的傲慢无礼感到愤怒,因为他虽受到元老院的器重,却没有以同等的尊重回报元老院,他并非根据议员们的共同意见,而是按照自己的意愿起草并公布了该协定。
§8.69.3ἦν τʼ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον· αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν·
事实证明,在许多事情上获得成功,对人来说实在是件危险且不利的事;因为它会在不知不觉中成为许多人愚蠢傲慢的原因,并成为超越人类本性的欲望的源头。
ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη.
而这件事也恰恰发生在了那个人的身上。
τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον·
因为他曾获得过三次执政官职位和两次凯旋式的荣誉,是当时唯一受到城邦如此礼遇的人,他行事愈发傲慢,并对君主般的权力产生了渴望。
ἐνθυμούμενος δʼ ὅτι τοῖς βασιλείας ἢ τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς ἡ τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο· καὶ αὐτίκα οὐθενὶ προειπών· ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν.
他深知,对于那些觊觎王位或僭主权力的人来说,最便捷、最安全的一条道路,就是用某种恩惠来拉拢民众,并让他们习惯于从施舍者的手中获取公有财产度日,于是他便转向了这条道路;他立刻在未向任何人预告的情况下——因为当时有大量被荒废并被最富有的公民占着的公有地——他决定将这片土地分配给民众。
§8.69.4καὶ εἰ μὲν ἄχρι τοῦδʼ ἐλθὼν ἠρκέσθη, τάχʼ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε· νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη.
如果他满足于仅止步于此,或许他的计划本可以如愿以偿;但现在他因为贪求更多,引发了一场不小的党争,并因此落得个不幸的结局。
Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη.
因为他要求将拉丁人也纳入土地分配的登记中,同时也包括最近被接纳获得公民权的赫尔尼基人,企图借此使这些民族对自己感恩戴德。