Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.68.1-8.68.4

维尔吉尼乌斯与卡西乌斯的出征及敌族降服

第 646 段,共 962 段 · 希腊语

内容简介

新任执政官维尔吉尼乌斯和卡西乌斯分别率军出征,压制了埃卡尼人、沃尔斯奇人和赫尔尼基人,迫使他们投降或进行和平谈判。

§8.68.1οἱ δὲ παρὰ τούτων τὴν ὑπατείαν παραλαβόντες Πόπλιος Οὐεργίνιος καὶ Σπόριος Κάσσιος τρίτον τότʼ ἀποδειχθεὶς ὕπατος, τάς τε πολιτικὰς καὶ τὰς συμμαχικὰς ἀναλαβόντες δυνάμεις ἐξῆγον εἰς τὴν ὕπαιθρον, Οὐεργίνιος μὲν ἐπὶ τὰς Αἰκανῶν πόλεις, Κάσσιος δʼ ἐπὶ τὰς Ἑρνίκων τε καὶ Οὐολούσκων, κλήρῳ διαλαχόντες τὰς ἐξόδους.
从他们手中接任执政官职务的普布利乌斯·维尔吉尼乌斯,以及当时第三次被任命为执政官的斯普里乌斯·卡西乌斯,率领罗马公民兵和同盟军出征野外,通过抽签分配了远征任务,维尔吉尼乌斯前往埃卡尼人的城市,卡西乌斯则前往赫尔尼基人和沃尔斯奇人的领地。
Αἰκανοὶ μὲν οὖν ὀχυρώσαντες τὰς πόλεις καὶ τὰ πλείστου ἄξια ἐκ τῶν ἀγρῶν ἀνασκευασάμενοι τήν τε γῆν περιεώρων δῃουμένην καὶ τὰς αὐλὰς ἐμπιμπραμένας, ὥστε κατὰ πολλὴν εὐπέτειαν ὁ Οὐεργίνιος ὅσην ἐδύνατο πλείστην αὐτῶν γῆν κείρας τε καὶ λωβησάμενος, ἐπειδὴ οὐδεὶς ὑπὲρ αὐτῆς ἐξῄει μαχούμενος ἀπῆγε τὴν στρατιάν.
于是埃卡尼人要塞化了他们的城市,并将田野中绝大部分有价值的财产搬运走,任凭土地被蹂躏、房屋被焚烧;因此,维尔吉尼乌斯非常轻松地尽可能多地蹂躏并破坏了他们的土地,由于没有人为了土地出来战斗,他便率军撤回。
§8.68.2Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφʼ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις· οὐ μὴν ἔμεινάν γʼ ἐν τοῖς ἐγνωσμένοις χώρας τʼ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους·
卡西乌斯所征讨的沃尔斯奇人和赫尔尼基人,起初决定任凭领土被蹂躏并一同逃入城市;然而,看着肥沃的土地被蹂躏,他们因怜惜之情而动摇,且预料这片土地今后将不易恢复,同时他们对自己所逃入的、并不十分坚固的防线失去信心,因此未能坚持最初的决定,而是向执政官派遣了使节,请求终止战争。
Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες· καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων.
沃尔斯奇人抢先一步,他们通过支付执政官规定的数额的金钱,并提供了军队所需的其他一切物资,因而更快地获得了和平;他们也同意臣服于罗马,不再争取任何平等的权利。
§8.68.3Ἕρνικες δʼ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον.
赫尔尼基人随后在看到自己被孤立后,开始与执政官商谈和平与友好。
ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατʼ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας· τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατʼ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν.
而卡西乌斯首先对使节们痛陈了对他们的诸多指责,声称他们必须先履行被征服者和臣属的义务,然后才能商谈友好;当使节们表示将尽力做到可能且适度的事时,他命令他们支付通常按人头分发给士兵作为六个月军饷的金钱,并按月运送粮食。
§8.68.4ἕως δʼ ἂν ταῦτʼ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου.
在他们筹措好这些物资之前,他规定了一定的天数,给予他们战争的休战期。
ὑπηρετησάντων δʼ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν.
由于赫尔尼基人迅速且热心地为他们履行了一切,并再次派遣了商谈友好的使节,卡西乌斯对他们表示赞赏,并将其送往元老院。
τοῖς δʼ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δʼ ἂν ἐκείνῳ δόξῃ, τοῦτʼ εἶναι σφίσι κύριον.
元老院的议员们进行了诸多商议,决定接受这些人进入友好关系,但至于与他们订立条约的具体条件,则由执政官卡西乌斯去裁夺和确立,凡他所决定的,对他们均具有法律效力。

词汇与语法注释

  1. 1671κλήρῳ διαλαχόντες τὰς ἐξόδους — 指向主语“普布利乌斯·维尔吉尼乌斯与斯普里乌斯·卡西乌斯”的同位分词短语。它与句首的 παραλαβόντες 和 ἀναλαβόντες 并列,表示主控动词 ἐξῆγον 的伴随状况或方式。
  2. p.v.3p.229οὐ μὴν ἔμεινάν γʼ ἐν τοῖς ἐγνωσμένοις... οἴκτῳ ὑπαχθέντες, καὶ... ἀπιστοῦντες — 两个不同语态和时态的分词短语(过去被动分词 ὑπαχθέντες 与现在主动分词 ἀπιστοῦντες)通过 καί 连结,共同作主控动词 ἔμειναν 的原因状语(“因……驱使,且因不信任……”)。
  3. 1672τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας — 这是一个宾格分词短语,与不定式 διαλέγεσθαι 的逻辑主语 αὐτούς 一致。中性复数冠词 τὰ 具有名词性(意为“……的职责/本分”),支配属格 κεκρατημένων τε καὶ ὑπηκόων。
  4. 1673ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι — 这是一个关系从句,先行词 δίκαια 被并入从句中,并受关系代词 οἷς 的格吸引。其结构恢复后相当于 ἐπὶ τοῖς δικαίοις, ἐφʼ οἷς...,意为“在何种条件/条款下”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.68.1-8.68.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.68.1-8.68.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。