Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.67.1-8.67.10

シッキウスのウォルスキ軍撃退と両執政官の凱旋式

645 / 962 箇所 · ギリシア語

要旨

執政官シッキウス率いるローマ軍がウェリトラエでウォルスキ人と対峙し、徒歩で戦ったローマ騎兵の活躍によりウォルスキ軍を敗北させ、敵将アッティウスを敗死させる。ローマでは勝利を収めた二人の執政官にそれぞれ異なる格式の凱旋式が授けられる。

§8.67.1ὁ δʼ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, ὁ πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν εἰσέβαλεν.
もう一方の執政官ティトゥス・シッキウスは、ウォルスキ人に対して派遣されたが、軍勢の最も精強な部分を引き連れてウェリトラエの領土に侵入した。
ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος ὁ τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ ὁ Μάρκιος ἔδρασεν, ὅτʼ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν.
というのも、そこにはウォルスキ人の指導者トゥッルス・アッティウスが、最も強力な軍勢を整えて控えていたからである。 彼は、マルキウスが戦争を開始したときに行ったように、まずローマの同盟者たちを痛めつける意図を持っていた。 彼は、ローマ人がいまだに同じ恐怖の中に留まっており、自分たちのために危険を冒している者たちに何の援助も送らないだろうと考えたからである。
ὡς δʼ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν.
両軍は姿を現し、互いを目にするや否や、これ以上引き延ばすことなく戦闘に突入した。
§8.67.2ἦν δʼ ὁ χῶρος ὁ μεταξὺ τῶν στρατοπέδων, ἐν ᾧ τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἡ ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη.
戦闘が行われることになっていた、両陣営の間の場所は、多くの場所で崩れた岩だらけの丘であり、そこではどちらの側にとっても騎兵が役に立ちそうになかった。
μαθόντες δὲ τοῦθʼ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτʼ αὐτῷ δοκεῖ κράτιστον εἶναι.
このことを知り、戦いに立ち会いながら何の役にも立たないのを恥辱と考えたローマの騎兵たちは、一団となって執政官に近づき、もしこれが彼にとって最善と思われるなら、馬から下りて歩兵として戦うことを許してほしいと懇願した。
§8.67.3κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τʼ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους·
執政官も彼らを大いに称賛し、馬から下りさせ、苦戦している箇所を監視し修正する者とするために、自分のそばに配置しておいた。
καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι.
そして彼らは、その時非常に輝かしいものとなった勝利の、ローマ人にとっての功労者となった。
τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τʼ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τʼ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τʼ αὖ καὶ φυλακὰς παραπλήσιον.
というのも、両軍の歩兵は、人員の数や武装においてきわめて類似しており、整列の秩序や戦闘の経験、すなわち前進と後退、さらには打撃と防御においてもほぼ同等だったからである。
§8.67.4μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη.
なぜなら、ウォルスキ人はマルキウスを指導者として得て以来、すべての戦術を学び直し、ローマの習慣に移行していたからである。
διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατʼ ἀλλήλων παρείχετο.
それゆえ、両軍の隊列は一日の大半の間、互角に戦い続け、地形の起伏は両者に対して互いに優位に立つための多くの機会を与えた。
οἱ δʼ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν.
しかしローマの騎兵たちは自らを二手に分け、一方は右翼から敵の側面に突入し、他方は丘を回り込んで背後から突撃した。
§8.67.5ἔπειθʼ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς.
そして、ある者は槍を投げつけ、ある者は立ち向かってくる者を長い騎兵用の剣で腕のあたりを叩き、肘に沿って切り下ろし、多くの者たちの手を、盾や防具ごと切り落とし、また多くの者たちを、膝やくるぶしへの深い打撃によって、しっかりした足場から引き剥がして半死半生で投げ倒した。
§8.67.6περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν·
恐るべき脅威が四方からウォルスキ人を包み込んだ。
ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν.
正面からは歩兵が彼らを圧迫し、側面や背後からは騎兵が襲いかかったからである。 その結果、彼らは力以上に勇敢に戦い、勇気と経験に満ちた多くの働きを示したものの、右翼を占めていた者たちはほぼ全員が斬り伏せられた。
οἱ δʼ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων §8.67.7ἱππεῖς ἐν τάξει ἠκολούθουν.
中央および反対側の翼に配置されていた者たちは、右翼が突破され、ローマの騎兵たちが同じように自分たちに向かって進撃してくるのを見ると、部隊を反転させて歩調を緩めず陣営に向かって撤退し、ローマの騎兵たちも規律正しく追尾した。
ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος.
彼らが防壁の近くに達すると、騎兵たちが陣営の多くの場所で杭柵に乗り上げる中で、激しく攻守のめまぐるしく変わるもう一つの戦闘が始まった。
πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας·
ローマ人が苦戦していると、執政官は歩兵たちに木材を運んで来させて堀を埋めるよう命じ、自ら、最も精強な騎兵たちを引き連れて、陣営の最も堅固な門へと、乗り越え可能な場所を通って先頭に立って進んだ。
ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο.
そして門の前にて戦う者たちを退かせ、門の落とし戸を切り開いて防壁の内側に入り、続いてやって来る味方の歩兵を迎え入れた。
§8.67.8Τύλλος δʼ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος·
トゥッルス・アッティウスはウォルスキ人の中で最も強健で勇敢な者たちを率いて彼に立ち向かい、多くの勇敢な働きを示した。
ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρʼ ἄλκιμος, στρατηγῆσαι δʼ οὐχ ἱκανός·
彼は戦闘員としては極めて勇猛であったが、将軍としては有能ではなかった。
ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει.
彼は疲労と多数の傷のために力尽きて死亡した。
τῶν δʼ ἄλλων Οὐολούσκων, ἐπειδὴ ὁ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν.
他のウォルスキ人は、陣営が占領されると、ある者は戦いながら斬り伏せられ、ある者は武器を捨てて勝者の前にひれ伏して哀願し、わずかな者だけが自分たちの故郷へと逃れて安全を得た。
§8.67.9ἀφικομένων δʼ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δʼ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν.
執政官たちが派遣した使者たちがローマに到着すると、民衆は非常に大きな喜びに包まれ、すぐに神々への感謝の生贄を議決し、執政官たちに凱旋式の栄誉を授けた。
οὐ μέντοι τὴν αὐτήν γʼ ἀμφοτέροις·
しかし、両者に対して同じ栄誉というわけではなかった。
ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο·
すなわち、シッキウスに対しては、傲慢なウォルスキ人の軍勢を打ち破り、その指導者を殺害したことで、市をより大きな恐怖から解放したと考えられたため、大凱旋式を議決した。
καὶ εἰσήλασεν ὁ ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος.
そして、彼は戦利品と捕虜、および共に戦った軍勢を率い、黄金の轡をつけた馬の戦車に乗り、王者の衣をまとって入場した。 これは大凱旋式における慣習である。
Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν·
一方、アクィッリウスに対しては、彼ら自身はオウアステースと呼ぶ小凱旋式を授けた。
δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα·
これと大凱旋式との違いについては、私はすでに以前の箇所で明らかにしておいた。
§8.67.10καὶ εἰσῆλθεν ὁ ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος.
そして彼は、行列の残りの部分を従えながら、徒歩で入場した。
καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.
そしてこの年が終わった。

語釈・文法注

  1. 1665δόξας — トゥッルス・アッティウス(主格)に係る分詞。主節の主語である彼が、ローマ人(Ῥωμαίους、不定詞の意味上の主語)が依然として同じ恐怖の中にあり、同盟者に救援を送らないであろうと考えたという主観的な理由を示す。
  2. 1666τοῦ κάμνοντος — 現在分詞中性単数属格の名詞化。「苦戦している箇所(戦線)」あるいは「疲弊している人々」を指し、ἐπισκόπους(監視者)および ἐπανορθωτὰς(立て直し役)の目的格的属格として機能している。
  3. 1667αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις — 代名詞 αὐτός の与格が名詞の与格を直接伴うことで、「〜ごと」「〜を伴って」という付帯状況・随伴の与格を表す表現。「盾や防具ごと」の意。
  4. 1670καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα — 動詞 ἐτελεύτα(未完了過去)の主語は τὸ ἔτος τοῦτο(この年)であり、「そしてこの年が終わった」という意味である。直前の文脈から「(アクィッリウスが)この年に亡くなった」と誤読しやすいが、著者ディオニュシオスが年代記的記述において一年の締めくくりに用いる定型表現である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.67.1-8.67.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.67.1-8.67.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。