Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.64.1-8.64.3

ヘルニキ人との交渉決裂と三方面への軍備

642 / 962 箇所 · ギリシア語

要旨

新執政官アクィッリウスとシッキウスのもと、ローマはヘルニキ人に略奪の賠償を求めたが拒絶され、彼らが戦争を歓迎したため、軍を3分割してヘルニキ人、ウォルスキ人、国内防衛に充て、高齢者も都市防衛に動員した。

§8.64.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Γάϊος μὲν Ἀκύλλιος καὶ Τῖτος Σίκκιος, ἄνδρες ἔμπειροι πολέμων, τὴν ὑπατείαν παρειλήφεσαν.
翌年、戦争の経験豊かな者たちであるガイウス・アクィッリウスとティトゥス・シッキウスが執政官職を引き継いだ。
ἡ δὲ βουλὴ προθέντων λόγον περὶ τοῦ πολέμου τῶν ὑπάτων πρῶτον ἐψηφίσατο πρεσβείαν πέμψαι πρὸς Ἕρνικας αἰτήσουσαν ὡς παρὰ φίλων τε καὶ ἐνσπόνδων δίκας νομίμους·
執政官たちが戦争に関する議案を提出したところ、元老院はまずヘルニキ人のもとへ使節を派遣し、友人かつ同盟者として法的な賠償を求めることを議決した。
ἠδίκητο γὰρ ἡ πόλις ὑπʼ αὐτῶν κατὰ τὴν Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείαν λῃστείαις τε καὶ καταδρομαῖς τῆς ὁμορούσης αὐτοῖς γῆς·
というのも、ローマ市はウォルスキ人とアイクイ人の遠征の間に、彼らによって彼らと国境を接する土地への略奪や侵入という不法行為を被っていたからである。
ἕως δʼ ἂν τὰς παρʼ ἐκείνων λάβωσιν ἀποκρίσεις, στρατιὰν ὅσην δύνανται πλείστην καταγράφειν τοὺς ὑπάτους καὶ τοὺς συμμάχους πρεσβειῶν ἀποστολαῖς παρακαλεῖν σῖτόν τε καὶ ὅπλα καὶ χρήματα καὶ τἆλλα ὅσων ἔδει τῷ πολέμῳ διὰ πολυχειρίας παρασκευάσασθαι καὶ ἐν τάχει.
そして、彼らからの返答を受け取るまでは、執政官たちができる限り多くの軍勢を動員し、使節の派遣によって同盟国に協力を要請し、多くの人手によって穀物、武器、資金、その他戦争に必要なあらゆるものを迅速に準備することを議決した。
§8.64.2ὡς δʼ ἀπήγγειλαν αὐτοῖς ἀναστρέψαντες οἱ πρέσβεις ἃς παρὰ τῶν Ἑρνίκων ἔλαβον ἀποκρίσεις, ὅτι συνθήκας μὲν οὔ φασιν αὐτοῖς εἶναι πρὸς Ῥωμαίους κοινῇ γενομένας οὐδέποτε, τὰς δὲ πρὸς βασιλέα Ταρκύνιον ὁμολογίας αἰτιῶνται λελύσθαι τήν τʼ ἀρχὴν ἀφαιρεθέντος ἐκείνου καὶ τεθνηκότος ἐπὶ τῆς ξένης·
帰還した使節たちがヘルニキ人から得た回答として次のことを報告した。 すなわち、自分たちはローマ人との間に公的に結ばれたいかなる条約もかつて存在しなかったと主張しており、タルクィニウス王との合意については、彼が王権を奪われ異郷で死んだときに解消されたと言い立てているということである。
εἰ δέ τινες ἁρπαγαὶ καὶ καταδρομαὶ τῆς χώρας ἐγένοντο διὰ λῃστηρίων, οὐκ ἀπὸ κοινῆς γνώμης γεγονέναι λέγουσιν, ἀλλʼ ἰδιωτῶν ἀδικήματα μετιόντων τὰ ἴδια, καὶ οὐδὲ τοὺς ταῦτα δράσαντας παρέχειν οἷοί τʼ εἰσὶν ἐπὶ δίκην, ἕτερα καὶ αὐτοὶ τοιαῦτα πεπονθέναι λέγοντες καὶ ἀντεγκαλοῦντες, §8.64.3ἄσμενοί τʼ εἰσι δέχεσθαι τὸν πόλεμον.
また、もしその領土への掠奪や侵入がいくつか行われたとしても、それは公的な意志によって行われたのではなく、個人の損失を取り戻そうとした私人の不法行為であり、それらを行った者たちを裁判のために引き渡すことも自分たちにはできないと述べている。 なぜなら、自分たち自身も彼らから同様の被害を被っており、逆に告訴しているからであり、また、彼らは喜んで戦争を受け入れるつもりであるということだった。
ταῦτα ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ·
これを知った元老院は、若者から徴募した軍勢を3つに分けることを議決した。
τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν· καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις· τὴν δʼ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν %5ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν·
これらのうち、1つ目の部隊は執政官ガイウス・アクィッリウスが率いてヘルニキ人の軍勢と直接対峙するために進軍すること(というのも、彼らもすでに武装していたからである)、2つ目の部隊はもう一人の執政官ティトゥス・シッキウスが率いてウォルスキ人へ向かうこと、そして残りの3つ目の部隊は、執政官たちによって長官に任命されていたスポリウス・ラルキウスが引き連れて市に最も近い地域を守ることとした。
τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τʼ ἄκρας φρουρεῖν τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας·
また、兵役名簿を超えた年齢の者で、まだ武器を執る力のある者たちは、部隊に配属されて市の要塞や城壁を警備し、若者全員が遠征に出払った後に敵の不意の襲撃を受けないようにした。
ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν.
そして、この部隊の指揮は執政官経験者の一人であるアウルス・センプロニウス・アトラティヌスが執ることとした。
ἐγίνετο δὲ ταῦτʼ οὐ διὰ μακροῦ.
これらは間もなく実行に移された。

語釈・文法注

  1. 8.64.1προθέντων λόγον περὶ τοῦ πολέμου τῶν ὑπάτων — 属格独立分詞構文であり、`τῶν ὑπάτων` が意味上の主語、`προθέντων`(`προτίθημι` の分詞)が述語動詞の役割を果たす。`λόγον προτιθέναι` は「議案を提出する、諮問する」という当時の公式な政治用語である。
  2. 8.64.2ἀφαιρεθέντος ἐκείνου — 属格独立分詞構文で、`ἐκείνου`(タルクィニウス王)が意味上の主語、`ἀφαιρεθέντος`(`ἀφαιρέω` のアオリスト受動態分詞)が述語。`τήν τ' ἀρχὴν` は受動態分詞に係り、「王権(あるいは支配権)を奪われて」という関係対格(または保留対格)として機能している。
  3. 8.64.3τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον — 前置詞 `ὑπέρ`(対格支配「〜を超えて」)が用いられ、正規の兵役義務(`στρατιωτικὸς κατάλογος`、軍籍名簿)の対象年齢上限を超えた年長者(退役年齢の市民)を指す表現である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.64.1-8.64.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.64.1-8.64.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。