Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.63.1-8.63.4

敵の内紛に対する不戦と執政官への非難

641 / 962 箇所 · ギリシア語

要旨

ローマ軍は出征したものの、内紛で自滅し撤退していくウォルスキ人とアイクイ人の連合軍に対して追撃を行わず、何も成果を上げずに帰還したため、執政官たちは臆病者として大きな非難を浴びた。

§8.63.1ἡμέραις δʼ ὀλίγαις ὕστερον ἐξελθόντες εἰς τὴν ὕπαιθρον Ῥωμαῖοι πολλῇ στρατιᾷ τῶν ὑπάτων ἀγόντων ἀμφοτέρων, καὶ προελθόντες ἄχρι τῶν ὅρων τῆς σφετέρας κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσίν, ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου.
数日後、ローマ人は、両執政官が率いる大軍を擁して野外へ進出し、自分たちの領土の境界まで進んで二つの丘の上に陣を敷いたが、執政官のそれぞれが最も堅固な場所に独自の陣営を設けた。
οὐ μὴν ἔδρασάν γε οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ἀλλʼ ἀνέστρεψαν ἄπρακτοι, καίτοι καλὰς ἀφορμὰς δόντων αὐτοῖς τῶν πολεμίων δρᾶσαί τι γενναῖον.
しかし彼らは、大きくも小さくも何一つ事を行わず、何も果たさずに引き返した。 敵が彼らに何か勇敢な事を行うための絶好の機会を与えてくれたにもかかわらず。
§8.63.2πρότεροι γὰρ ἔτι τούτων Οὐολοῦσκοί τε καὶ Αἰκανοὶ στρατὸν ἐπὶ τὴν Ῥωμαίων γῆν ἤγαγον γνώμην ποιησάμενοι μὴ ἀνεῖναι τὸν καιρόν, ἀλλʼ, ἕως ἔτι καταπεπλῆχθαι τὸ ἀντίπαλον ἐδόκουν, χωρεῖν ἐπʼ αὐτό, ὡς καὶ ἑκούσιον διὰ δέος παραστησόμενον.
というのも、これよりさらに前に、ウォルスキ人とアイクイ人がローマの領土に軍隊を率いてきており、機会を逃さず、敵がまだ恐怖に沈んでいると思われるうちに敵へ向かって進軍し、恐怖のゆえに自発的に降伏させるつもりでいたからである。
στασιάσαντες δὲ περὶ τῆς ἡγεμονίας κατʼ ἀλλήλων τὰ ὅπλα ἥρπασαν καὶ συμπεσόντες ἐμάχοντο, οὔτε κατὰ τάξιν οὔτʼ ἐκ παραγγέλματος, ἀλλὰ φύρδην καὶ ἀναμίξ, ὥστε πολὺν ἐξ ἀμφοῖν γενέσθαι φόνον·
しかし彼らは指導権を巡って内紛を起こし、互いに対して武器を取り、衝突して戦い始めた。 隊列を整えることも、号令に従うこともなく、入り乱れて乱雑に戦ったため、双方に多くの死者が出た。
καὶ εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν.
そして、もし日が沈むのが先でなかったなら、彼らの全軍が滅びていたことであろう。
τῇ δὲ νυκτὶ λυούσῃ τὸ νεῖκος ἀκούσιοι εἴξαντες διεκρίθησάν τʼ ἀπʼ ἀλλήλων καὶ ἐπὶ τοὺς ἰδίους χάρακας ἀπηλλάγησαν·
夜が争いを和らげると、彼らは不本意ながらもこれに従い、互いに離れてそれぞれの陣営へと退いた。
ἕωθεν δʼ ἀναστήσαντες τὰς δυνάμεις ἀπῄεσαν ἑκάτεροι ἐπὶ §8.63.3τὰ σφέτερα.
夜が明けると、彼らは軍隊を撤収させ、それぞれ自国へと帰っていった。
οἱ δʼ ὕπατοι παρά τʼ αὐτομόλων καὶ αἰχμαλώτων, οἳ παρʼ αὐτὸ τὸ ἔργον ἀπέδρασαν, ἀκούσαντες, οἷα κατέσχε λύσσα καὶ θεοβλάβεια τὰ πολέμια, οὔτε συνεπέθεντο τῷ κατʼ εὐχὴν δοθέντι καιρῷ τριάκοντα σταδίων οὐ πλεῖον ἀπέχοντες, οὔτʼ ἀπιόντας ἐδίωξαν, ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί.
一方、執政官たちは、戦闘そのものの最中に逃亡してきた脱走兵や捕虜から、いかなる狂気と神罰が敵を襲ったかを聞いたが、30スタディオン以下しか離れていなかったにもかかわらず、願ってもない好機に便乗して攻撃を仕掛けることもせず、退却する敵を追撃することもなかった。 もし追撃していれば、疲弊し傷つき、多くの中から生き残ったわずかな人数で、秩序もなく進む敵を、自分たちは万全の状態で秩序正しく追撃し、容易に根こそぎ滅ぼすことができたであろうに。
§8.63.4λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν·
そして彼ら自身も陣営をたたんで市へと帰っていった。
εἴτʼ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτʼ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδʼ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν.
それは、運命から与えられた幸運に満足したためか、あるいは訓練不足の自軍を信用しなかったためか、あるいは味方を一人たりとも失わないことを非常に重視したためであった。
ἀφικόμενοι δʼ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι·
市に到着すると、彼らはこの行為によって臆病者という評判を得て、大いなる不名誉のうちに置かれた。
καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθʼ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.
そして、二度と遠征を行うことなく、後任の執政官たちに職権を譲り渡した。

語釈・文法注

  1. 8.63.1ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου — これは独立属格構文(Genitive Absolute)であり、意味上の主語は `ἑκατέρου τῶν ὑπάτων`(各執政官)である。分詞 `καταστησαμένου` は単数形(アオリスト中間態属格)であり、論理的には両方の執政官が行った行為であるが、文法的には `ἑκατέρου`(単数)に一致している。`ἴδιον ... στρατόπεδον`(独自の陣営)が分詞の直接目的語を構成している。
  2. 8.63.2εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν — 過去の反実仮想を表す条件文(条件節 `εἰ μὴ ... ἔφθασεν` + 帰結節 `ἂν ... διεφθάρησαν`)の中に、`φθάνω` + 分詞による「〜するのが先である/〜する方が早かった」という構文が組み込まれている。アオリスト分詞 `δύς`(日没したこと)が `ἔφθασεν`(先んじた)に係ることで、「日の沈むのが先でなかったなら」という意味になる。
  3. 8.63.3ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί — 関係代名詞の与格形を用いた `ἐν ᾧ` は「その間に、そういう状況であれば」という時間的・状況的な関係を示している。主節は反実仮想(`ἂν ... διέφθειραν`)であり、その隠れた条件(「もし追撃していたなら」)は、主格の主語を修飾する分詞句 `ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι`(自分たちは万全で秩序正しく追撃したならば)に内包されている。対格の被修飾語群(敵を表す `κεκμηκότας ... χωροῦντας`)と主格の主語(ローマ人を表す `αὐτοὶ ... ἑπόμενοι`)との対比が、文全体の骨格をなしている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.63.1-8.63.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.63.1-8.63.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。