Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §8.65.1-8.65.6

アクィッリウスの奮戦とヘルニキ軍への勝利

643 / 962 箇所 · ギリシア語

要旨

執政官アクィッリウスはプライネステ領内でヘルニキ軍と対峙し、激しい白兵戦の末に自ら陣頭に立って敵の両翼を破り、退却信号によって敵陣営への無謀な深追いを制してローマ軍に完全な勝利をもたらす。

§8.65.1Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστʼ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων·
さて、執政官の一方であるアクィッリウスは、プライネステ人の領土でヘルニキ人の軍勢がとどまっているのを見出すと、ローマから二百スタディオンより少し多い距離離れたところで、できる限り近くにこれと対峙して陣を敷いた。
τρίτῃ δʼ ἀφʼ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη.
陣を敷いた日から三日目に、ヘルニキ人が整然と陣営から平野へと進み出て、戦闘の信号を掲げると、彼自身もまた軍勢を秩序正しく、かつ部隊ごとに率いて対抗して進み出た。
§8.65.2ἐπεὶ δʼ ἀγχοῦ ἐγένοντο ἀλλήλων ἔθεον ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοὶ σαυνίων τε βολαῖς καὶ τοξεύμασι καὶ λίθοις ἀπὸ σφενδόνης μαχόμενοι, καὶ πολλὰ τραύματα ἔδοσαν ἀλλήλοις·
互いに近づくと、彼らは鬨の声を上げて正面から突撃した。 まず軽装兵たちが、投げ槍の投射、矢、投石器からの石を用いて戦闘を行い、互いに多くの傷を与えあった。
ἔπειτα ἱππεῖς ἱππεῦσι συρράττουσι κατʼ ἴλας ἐλαύνοντες καὶ τὸ πεζὸν τῷ πεζῷ κατὰ σπείρας μαχόμενον.
次いで、騎兵は騎兵中隊ごとに進撃して敵の騎兵と激突し、歩兵は歩兵連隊ごとに敵の歩兵と戦った。
ἔνθα δὴ καλὸς ἀγὼν ἦν ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων, καὶ μέχρι πολλοῦ διέμενον οὐδέτεροι τοῖς ἑτέροις τοῦ χωρίου, ἐν ᾧ ἐτάχθησαν, εἴκοντες.
そこに、両者が命がけで戦う見事な戦闘が展開され、長時間にわたり、どちらの側も配置された場所を他方の側に譲ることなく踏みとどまり続けた。
ἔπειτα ἡ Ῥωμαίων ἤρξατο κάμνειν φάλαγξ, οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ.
その後、ローマ軍のファランクスが疲弊し始めた。 長い間が空いた後で、そのとき初めて戦闘を交えることを余儀なくされていたからである。
§8.65.3τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι.
これを見て取ったアクィッリウスは、まだ活力があり、まさにこの目的のために温存されていた者たちに、ファランクスの疲弊している部分を支えるようにその下に交代して入ることを命じ、負傷した者たちや疲れ果てた者たちには、ファランクスの後方へと退くことを命じた。
οἱ δʼ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τʼ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται·
ヘルニキ人は彼らの部隊が動いているのを察知すると、ローマ軍が退却を始めたのだと思い込み、互いに呼びかけ合いながら、密集した部隊で敵の動いている部分に突撃した。 しかし、ローマ軍の無傷の兵たちが、攻めかかる彼らを迎え撃った。
καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά·
そして再び、最初から両者が命がけで戦う激しい戦闘となった。
καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων.
ヘルニキ人の部隊もまた、指揮官たちによって疲弊した箇所へ密かに送り込まれた元気な者たちによって補填されていたからである。
§8.65.4ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης.
すでに午後遅くなったとき、執政官は騎兵たちに「今こそ勇敢な男となれ」と呼びかけ、自ら騎兵中隊を率いて敵の右翼に突撃した。
οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς.
敵はわずかな時間彼らを持ちこたえただけで退却し、そこでは多くの殺戮が生じた。
τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τʼ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δʼ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ·
こうしてヘルニキ人の右翼はすでに苦境に陥り、陣列を崩していたが、左翼は依然として持ちこたえ、ローマ軍の右翼を圧倒していた。
μετʼ ὀλίγον μέντοι καὶ τοῦτʼ ἐνέδωκεν.
しかし、しばらくするとこれも屈服した。
§8.65.5ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι ἀναγκάσῃ·
アクィッリウスが若者たちの精鋭を引き連れてそこへ救援に赴き、彼らを励ますとともに、以前の戦闘で手柄を立ててきた者たちの名前を呼んで呼びかけたからである。 また、力強く防戦していないように見えた部隊の軍旗を旗手たちからひったくって、敵のただ中へと投げ入れ、もし軍旗を回収できなければ法的な処罰を受けるという恐れが、彼らに勇敢な男となることを余儀なくさせるようにした。
τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας.
彼自身も常に疲弊している部分を自ら救援し続け、ついに敵のもう一方の翼をも陣地から押し出すまでそうした。
ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε.
両翼がむき出しになると、中央部もまた踏みとどまらなかった。
§8.65.6φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτʼ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν.
その後、ヘルニキ人は混乱し無秩序に陣営に向かって逃走し、ローマ軍は彼らを殺害しながら追撃した。
τοσαύτη δʼ ἄρα προθυμία παρὰ τὸν τότʼ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους·
その時の戦闘においてローマの軍勢には実に大いなる熱意がみなぎったため、敵の陣営にさえも登ろうと試みる者たちがいたほどであった。 突撃によってそこを制圧しようとしてのことであった。
ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδʼ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι.
彼らのこの熱意が安全ではなく、有益でもないと見た執政官は、退却の合図を鳴らすよう命じて、防壁に向かって進撃していた者たちを嫌々ながらも引き下がらせた。 高所から攻撃され、不名誉かつ大損害を被って退却を余儀なくされることを恐れたからであり、またそれによって、先ほどの勝利による栄光を台無しにしてしまうことを恐れたからである。
τότε μὲν οὖν ἤδη γὰρ ἦν περὶ δύσιν ἡλίου· χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.
その日はすでに日没近かったので、ローマ軍は喜び、凱歌を歌いながら、自陣へと戻った。

語釈・文法注

  1. 8.65.1τρίτῃ δʼ ἀφʼ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ — 「陣を敷いた日から3日目に」という表現。関係代名詞 ἧς の先行詞 ἡμέρᾳ が、前置詞 ἀπό の支配する関係節内に取り込まれている。当日を第1日と数える古代の包括的計算法(inclusive counting)に基づいているため、実質的には「翌々日(2日後)」を指す。
  2. 8.65.2οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ — 接続詞的機能を持つ οἷα は分詞 ἠναγκασμένη(主格・女性・単数、主語 ἡ φάλαγξ に一致)を伴って「〜だからこそ」「〜なので」という主観的理由を示す。また、διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου は、前回の戦いからの長い歳月の経過を指す副詞的表現である。
  3. p.v.3p.222ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη — 前置詞 ὑπό +対格(τὰ κάμνοντα ... μέρη)は、動詞 ὑπελθεῖν(「下に入る」「交代して支える」)とともに、疲弊した陣列の後方から回り込んで潜り込み、下から戦列を押し上げる(補強する)という戦術的運動を鮮明に描写している。
  4. p.v.3p.223ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι ἀναγκάσῃ — 目的節 ἵνα ... ἀναγκάσῃ(接続法過去・3人称単数)の中に、条件節 εἰ μὴ ἀνασώσαιντο(希求法過去、過去叙述における間接希求法 oblique optative)が挿入されている。これは、軍旗を失った場合の法的・軍法上の処罰に対する兵士たちの「もし回収できなかったら処罰される」という心理的恐れを執政官が利用したことを示す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §8.65.1-8.65.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.65.1-8.65.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。