§8.64.1τῷ δʼ ἑξῆς ἐνιαυτῷ Γάϊος μὲν Ἀκύλλιος καὶ Τῖτος Σίκκιος, ἄνδρες ἔμπειροι πολέμων, τὴν ὑπατείαν παρειλήφεσαν.
第二年,由富有战争经验的盖乌斯·阿奎利乌斯和提图斯·西基乌斯接任执政官。
ἡ δὲ βουλὴ προθέντων λόγον περὶ τοῦ πολέμου τῶν ὑπάτων πρῶτον ἐψηφίσατο πρεσβείαν πέμψαι πρὸς Ἕρνικας αἰτήσουσαν ὡς παρὰ φίλων τε καὶ ἐνσπόνδων δίκας νομίμους· ἠδίκητο γὰρ ἡ πόλις ὑπʼ αὐτῶν κατὰ τὴν Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείαν λῃστείαις τε καὶ καταδρομαῖς τῆς ὁμορούσης αὐτοῖς γῆς·
在执政官们提出关于战争的议案时,元元院首先投票决定向赫尔尼基人派遣使节,以对待朋友和盟友的方式要求合法的赔偿;因为在沃尔西人和埃奎人入侵期间,罗马城因他们对其邻近土地的掠夺和侵袭而蒙受了损失。
ἕως δʼ ἂν τὰς παρʼ ἐκείνων λάβωσιν ἀποκρίσεις, στρατιὰν ὅσην δύνανται πλείστην καταγράφειν τοὺς ὑπάτους καὶ τοὺς συμμάχους πρεσβειῶν ἀποστολαῖς παρακαλεῖν σῖτόν τε καὶ ὅπλα καὶ χρήματα καὶ τἆλλα ὅσων ἔδει τῷ πολέμῳ διὰ πολυχειρίας παρασκευάσασθαι καὶ ἐν τάχει.
元老院还决定,在收到他们的答复之前,执政官们应当招募尽可能多的军队,并派遣使节请求盟友协助,动用众人之手迅速准备粮食、武器、资金以及战争所需的其他一切。
§8.64.2ὡς δʼ ἀπήγγειλαν αὐτοῖς ἀναστρέψαντες οἱ πρέσβεις ἃς παρὰ τῶν Ἑρνίκων ἔλαβον ἀποκρίσεις, ὅτι συνθήκας μὲν οὔ φασιν αὐτοῖς εἶναι πρὸς Ῥωμαίους κοινῇ γενομένας οὐδέποτε, τὰς δὲ πρὸς βασιλέα Ταρκύνιον ὁμολογίας αἰτιῶνται λελύσθαι τήν τʼ ἀρχὴν ἀφαιρεθέντος ἐκείνου καὶ τεθνηκότος ἐπὶ τῆς ξένης·
使节们回来后,向他们报告了从赫尔尼基人那里得到的答复,大意是:赫尔尼基人声称他们与罗马人之间从未共同缔结过任何条约,并主张与塔克文国王达成的协议在后者被剥夺王权并死于异乡时就已经终止。
εἰ δέ τινες ἁρπαγαὶ καὶ καταδρομαὶ τῆς χώρας ἐγένοντο διὰ λῃστηρίων, οὐκ ἀπὸ κοινῆς γνώμης γεγονέναι λέγουσιν, ἀλλʼ ἰδιωτῶν ἀδικήματα μετιόντων τὰ ἴδια, καὶ οὐδὲ τοὺς ταῦτα δράσαντας παρέχειν οἷοί τʼ εἰσὶν ἐπὶ δίκην, ἕτερα καὶ αὐτοὶ τοιαῦτα πεπονθέναι λέγοντες καὶ ἀντεγκαλοῦντες, §8.64.3ἄσμενοί τʼ εἰσι δέχεσθαι τὸν πόλεμον.
而且,如果说由于盗匪的活动,对该地区发生过一些掠夺和侵袭,他们称这并非出自公共意志,而是私人为了追回自己的财产而犯下的不法行为;由于他们自身也遭受过其他类似的待遇并提出反控,他们甚至无法将做出这些行为的人交出来受审,同时,他们乐于接受战争。
ταῦτα ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ· τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν· καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις· τὴν δʼ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν %5ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν·
元老院得知此事后,投票决定将从年轻人中招募的军队分为三部分:其中一部分由执政官盖乌斯·阿奎利乌斯率领,前去迎击赫尔尼基人的军队(因为他们也已经武装起来);另一部分由另一位执政官提图斯·西基乌斯率领去对付沃尔西人;剩余的第三部分由执政官任命的长官斯普里乌斯·拉尔基乌斯率领,负责防守最靠近城邦的地区。
τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τʼ ἄκρας φρουρεῖν τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας· ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν.
至于那些超出兵役名册年龄、但仍有力量拿起武器的人,则被编入旗帜之下,负责防守城邦的要塞和城墙,以免在全体年轻人出征后,敌军发起突然袭击;并由执政官一级的奥卢斯·塞姆普罗尼乌斯·阿特拉蒂努斯指挥这支力量。
ἐγίνετο δὲ ταῦτʼ οὐ διὰ μακροῦ.
这些事情不久便付诸实施。