§8.59.1ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο·
しかし、その男が弁明のために登壇すると、トゥルスを取り巻く徒党から、その発言を妨げる激しい怒号が上がった。
καὶ μετὰ ταῦτα “παῖε” καὶ “βάλλε” φωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν.
その後、「打て! 」、「投げつけよ! 」と叫びながら、最も不敵な者たちが彼を取り囲み、石を投げつけて彼を殺害した。
ἐρριμμένου δʼ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτʼ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τʼ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ §8.59.2τινὰ ἀποκτεῖναι καὶ ταῦθʼ ἡγεμόνα.
彼が広場で地面に投げ倒されていると、惨劇の場に居合わせた者たちも、その後に彼がすでに遺体となってから到着した者たちも、その男の運命を嘆き、彼が自分たちからふさわしくない見返りしか受け取らなかったとして、彼が共同体にもたらしたあらゆる有益な事柄を数え上げた。 そして、その殺害を実行した者たちを捕らえたいと切望した。 彼らが、裁判もなしに実力行使によって人を、それも指導者を殺害するという、不法で諸都市に有害な行為を始めた者たちであるとして。
μάλιστα δʼ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν.
とりわけ、彼の遠征に同行した者たちが憤慨していた。 そして彼が生きていた時にはこの災厄を防ぐことができなかったので、彼らは死後に報いるべき感謝を捧げることを決意し、優れた人々がしかるべき栄誉を授かるために必要とされるすべてのものを広場へ持ち寄った。
§8.59.3ἐπειδὴ δὲ πάντʼ εὐτρέπιστο, θέντες ἐπὶ στρωμνῆς ἐκπρεπεστάτῳ ἠσκημένης κόσμῳ τὴν αὐτοκρατορικὴν ἔχοντα ἐσθῆτα, καὶ πρὸ τῆς κλίνης αὐτοῦ φέρεσθαι κελεύσαντες λάφυρά τε καὶ σκῦλα καὶ στεφάνους καὶ μνήμας ὧν εἷλε πόλεων, ἤραντο τὴν κλίνην οἱ λαμπρότατοι τῶν νέων ἐν τοῖς κατὰ πολέμους ἔργοις·
すべての準備が整うと、彼らは極めて豪奢な装飾で飾られた寝台の上に、最高指揮官の衣をまとった彼を横たえ、寝台の前には、戦利品や剥ぎ取った武具、花冠、そして彼が攻略した諸都市の記念物を運ぶよう命じた。 そして、戦争の功績において最も傑出した若者たちが寝台を担ぎ上げた。
καὶ κομίσαντες εἰς τὸ προάστειον, ὃ μάλιστα ἦν ἐπιφανές, ἔθεσαν ἐπὶ τὴν παρεσκευασμένην πυράν, συμπροπεμπούσης τὸ σῶμα τῆς πόλεως ὅλης μετʼ οἰμωγῆς τε καὶ §8.59.4δακρύων.
そして、最も人目につきやすい郊外へと運び、用意された火葬の薪の上に載せた。 街全体が嘆きと涙とともに遺体を見送るなかでのことであった。
ἔπειτα κατασφάξαντές τʼ αὐτῷ πολλὰ βοσκήματα καὶ τῶν ἄλλων ἀπαρξάμενοι πάντων, ὅσων ἄνθρωποι βασιλεῦσιν ἢ στρατιᾶς ἡγεμόσιν ἐπὶ πυραῖς ἀπάρχονται, παρέμειναν οἱ μάλιστα τὸν ἄνδρα ἀσπαζόμενοι μέχρι τοῦ μαρανθῆναι τὴν φλόγα, κἄπειτα συναγαγόντες τὰ λείψανα ἔθαψαν ἐν τῷ αὐτῷ χωρίῳ χώματι ὑψηλῷ διὰ πολυχειρίας ἐργασθέντι μνῆμα ἐπίσημον ἐργασάμενοι.
それから、彼のために多くの家畜を屠り、人々が王や軍の指揮官たちに火葬の薪の上で初物として捧げるような、他のすべてのものの初物を捧げた。 その男を最も深く敬愛していた者たちは、炎が消え失せるまでその場に残り、その後、遺骨を集め、多くの人手によって築かれた高い土塁をもって同じ場所に埋葬し、顕著な記念墓を造り上げた。